Thesauros Edebiyat rhetoric Εἰς τὴν μητέρα τῶν θεῶν

Εἰς τὴν μητέρα τῶν θεῶν

Εἰς τὴν μητέρα τῶν θεῶν Julian Emperor of Rome 331-363
9 Εὐθὺς οὖν ἡ σάλπιγξ μετὰ τὴν ἐκτομὴν ἐνδίδωσι τὸ ἀνακλητικὸν τῷ Ἄττιδι καὶ τοῖς ὅσοι ποτὲ οὐρανόθεν ἔπτημεν εἰς τὴν γῆν καὶ ἐπέσομεν. μετὰ δὴ τὸ σύμβολον τοῦτο, ὅτε ὁ βασιλεὺς Ἄττις ἵστησι τὴν ἀπειρίαν διὰ τῆς ἐκτομῆς, ἡμῖν οἱ θεοὶ κελεύουσιν ἐκτέμνειν καὶ αὐτοῖς τὴν ἐν ἡμῖν αὐτοῖς ἀπειρίαν καὶ μιμεῖσθαι τοὺς ἡγεμόνας, ἐπὶ δὲ τὸ ὡρισμένον καὶ ἑνοειδὲς καί, εἴπερ οἷόν τέ ἐστιν, αὐτὸ τὸ ἓν ἀνατρέχειν· οὗπερ γενομένου πάντως ἕπεσθαι χρὴ τὰ Ἱλάρια. τί γὰρ εὐθυμότερον, τί δὲ ἱλαρώτερον γένοιτο ἂν ψυχῆς ἀπειρίαν μὲν καὶ γένεσιν καὶ τὸν ἐν αὐτῇ κλύδωνα διαφυγούσης, ἐπὶ δὲ τοὺς θεοὺς αὐτοὺς ἀναχθείσης; ὧν ἕνα καὶ τὸν Ἄττιν ὄντα περιεῖδεν οὐδαμῶς ἡ τῶν θεῶν Μήτηρ βαδίζοντα πρόσω πλέον ἢ χρῆν, πρὸς ἑαυτὴν δὲ ἐπέστρεψε, στῆσαι τὴν ἀπειρίαν προστάξασα.
10 Καὶ μή τις ὑπολάβῃ με λέγειν, ὡς ταῦτα ἐπράχθη ποτὲ καὶ γέγονεν, ὥσπερ οὐκ εἰδότων τῶν θεῶν αὐτῶν, ὅ, τι ποιήσουσιν, ἢ τὰ σφῶν αὐτῶν ἁμαρτήματα διορθουμένων. ἀλλὰ οἱ παλαιοὶ τῶν ὄντων ἀεὶ τὰς αἰτίας, ἤτοι τῶν θεῶν ὑφηγουμένων ἢ κατὰ σφᾶς αὐτοὺς διερευνώμενοι, βέλτιον δὲ ἴσως εἰπεῖν ζητοῦντες ὑφ’ ἡγεμόσι τοῖς θεοῖς, ἔπειτα εὑρόντες ἐσκέπασαν αὐτὰς μύθοις παραδόξοις, ἵνα διὰ τοῦ παραδόξου καὶ ἀπεμφαίνοντος τὸ πλάσμα φωραθὲν ἐπὶ τὴν ζήτησιν ἡμᾶς τῆς ἀληθείας προτρέψῃ, τοῖς μὲν ἰδιώταις ἀρκούσης οἶμαι τῆς ἀλόγου καὶ διὰ τῶν συμβόλων μόνων ὠφελείας, τοῖς δὲ περιττοῖς κατὰ τὴν φρόνησιν οὕτως μόνως ἐσομένης ὠφελίμου τῆς περὶ θεῶν ἀληθείας, εἴ τις ἐξετάζων αὐτὴν ὑφ’ ἡγεμόσι τοῖς θεοῖς εὕροι καὶ λάβοι, διὰ μὲν τῶν αἰνιγμάτων ὑπομνησθείς, ὅτι χρή τι περὶ αὐτῶν ζητεῖν, ἐς τέλος δὲ καὶ ὥσπερ κορυφὴν τοῦ πράγματος διὰ τῆς σκέψεως εὑρὼν πορευθείη, οὐκ αἰδοῖ καὶ πίστει μᾶλλον ἀλλοτρίας δόξης ἢ τῇ σφετέρᾳ κατὰ νοῦν ἐνεργείᾳ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi