11
Τί οὖν εἶναί φαμεν, ὡς ἐν κεφαλαίῳ; κατανοήσαντες ἄχρι τοῦ πέμπτου σώματος οὐ τὸ νοητὸν μόνον, ἀλλὰ καὶ τὰ φαινόμενα ταῦτα σώματα τῆς ἀπαθοῦς ὄντα καὶ θείας μερίδος, ἄχρι τούτου θεοὺς ἐνόμισαν ἀκραιφνεῖς εἶναι· τῇ γονίμῳ δὲ τῶν θεῶν οὐσίᾳ τῶν τῇδε παρυποστάντων, ἐξ ἀιδίου συμπροελθούσης τῆς ὕλης τοῖς θεοῖς, παρ’ αὐτῶν δὲ καὶ δι’ αὐτῶν διὰ τὸ ὑπέρπληρες αὐτῶν τῆς γονίμου καὶ δημιουργικῆς αἰτίας ἡ τῶν ὄντων προμήθεια συνουσιωμένη τοῖς θεοῖς ἐξ ἀιδίου, καὶ σύνθωκος μὲν οὖσα τῷ βασιλεῖ Διί, πηγὴ δὲ τῶν νοερῶν θεῶν, καὶ τὸ δοκοῦν ἄζωον καὶ ἄγονον καὶ σκύβαλον καὶ τῶν ὄντων, οἷον ἂν εἴποι τις, ἀποκάθαρμα καὶ τρύγα καὶ ὑποσταθμὴν διὰ τῆς τελευταίας αἰτίας τῶν θεῶν, εἰς ἣν αἱ πάντων οὐσίαι τῶν θεῶν ἀποτελευτῶσιν, ἐκόσμησέ τε καὶ διωρθώσατο καὶ πρὸς τὸ κρεῖττον μετέστησεν.