14
Λείπεται δὴ λοιπόν, ὡς εἰκός, ὑπέρ τε τῆς ἁγιστείας αὐτῆς καὶ τῆς ἁγνείας διεξελθεῖν, ἵνα καὶ ἐντεῦθεν λάβωμεν εἰς τὴν ὑπόθεσιν εἴ τι συμβάλλεται. γελοῖον δὲ αὐτίκα τοῖς πᾶσιν ἐκεῖνο φαίνεται· κρεῶν μὲν ἅπτεσθαι δίδωσιν ὁ ἱερὸς νόμος, ἀπαγορεύει δὲ τῶν σπερμάτων. οὐκ ἄψυχα μὲν ἐκεῖνα, ταῦτα δὲ ἔμψυχα; οὐ καθαρὰ μὲν ἐκεῖνα, ταῦτα δὲ αἵματος καὶ πολλῶν ἄλλων οὐκ εὐχερῶν ὄψει τε καὶ ἀκοῇ πεπληρωμένα; οὐ, τὸ μέγιστον, ἐκείνοις μὲν πρόσεστι τὸ μηδένα ἐκ τῆς ἐδωδῆς ἀδικεῖσθαι, τούτοις δὲ τὸ καταθύεσθαι καὶ κατασφάττεσθαι τὰ ζῷα ἀλγοῦντά γε, ὡς εἰκός, καὶ τρυχόμενα; ταῦτα πολλοὶ καὶ τῶν περιττῶν εἴποιεν ἄν· ἐκεῖνα δὲ ἤδη κωμῳδοῦσι καὶ τῶν ἀνθρώπων οἱ δυσσεβέστατοι. τὰ μὲν ὄρμενά φασιν ἐσθίεσθαι τῶν λαχάνων, παραιτεῖσθαι δὲ τὰς ῥίζας, ὥσπερ γογγυλίδας. καὶ σῦκα μὲν ἐσθίεσθαί φασι, ῥοιὰς δὲ οὐκέτι καὶ μῆλα πρὸς τούτοις. ταῦτα ἀκηκοὼς μινυριζόντων πολλῶν πολλάκις, ἀλλὰ καὶ αὐτὸς εἰρηκὼς πρότερον ἔοικα ἐγὼ μόνος ἐκ πάντων πολλὴν εἴσεσθαι τοῖς δεσπόταις θεοῖς μάλιστα μὲν ἅπασι, πρὸ τῶν ἄλλων δὲ τῇ Μητρὶ τῶν θεῶν, ὥσπερ ἐν τοῖς ἄλλοις ἅπασιν, οὕτω δὲ καὶ ἐν τούτῳ χάριν, ὅτι με μὴ περιεῖδεν ὥσπερ ὲν σκότῳ πλανώμενον, ἀλλά μοι πρῶτον μὲν ἐκέλευσεν ἀποκόψασθαι οὔτι κατὰ τὸ σῶμα, κατὰ δὲ τὰς ψυχικὰς ἀλόγους ὁρμὰς καὶ κινήσεις τῇ νοερᾷ καὶ προϋφεστώσῃ τῶν ψυχῶν ἡμῶν αἰτίᾳ τὰ περιττὰ καὶ μάταια. ἐπὶ νοῦν δὲ ἔδωκεν αὕτη λόγους τινὰς ἴσως οὐκ ἀπᾴδοντας πάντη τῆς ὑπὲρ θεῶν ἀληθοῦς ἅμα καὶ εὐαγοῦς ἐπιστήμης. ἀλλ’ ἔοικα γάρ, ὥσπερ οὐκ ἔχων ὅ τι φῶ, κύκλῳ περιτρέχειν. ἐμοὶ δὲ πάρεστι μὲν καὶ καθ’ ἕκαστον ἐπιόντι σαφεῖς καὶ τηλαυγεῖς αἰτίας ἀποδοῦναι, τοῦ χάριν ἡμῖν οὐ θέμις ἐστὶ προσφέρεσθαι ταῦτα, ὧν ὁ θεῖος εἴργει θεσμός· καὶ ποιήσω δὲ αὐτὸ μικρὸν ὕστερον· ἄμεινον δὲ νῦν ὥσπερ τύπους τινὰς προθεῖναι καὶ κανόνας, οἶς ἑπόμενοι, κἄν τι πολλάκις ὑπὸ τῆς σπουδῆς παρέλθῃ τὸν λόγον, ἕξομεν ὑπὲρ τούτων κρῖναι.