Thesauros Edebiyat rhetoric Εἰς τὴν μητέρα τῶν θεῶν

Εἰς τὴν μητέρα τῶν θεῶν

Εἰς τὴν μητέρα τῶν θεῶν Julian Emperor of Rome 331-363
7 ὁ δὲ προῆλθεν ἄχρι τῶν ἐσχάτων τῆς ὕλης κατελθών. ἐπεὶ δὲ ἐχρῆν παύσασθαί ποτε καὶ στῆναι τὴν ἀπειρίαν, Κορύβας μὲν ὁ μέγας Ἥλιος, ὁ σύνθρονος τῇ Μητρὶ καὶ συνδημιουργῶν αὐτῇ τὰ πάντα καὶ συμπρομηθούμενος καὶ οὐδὲν πράττων αὐτῆς δίχα, πείθει τὸν λέοντα μηνυτὴν γενέσθαι. τίς δὲ ὁ λέων; αἴθωνα δήπουθεν ἀκούομεν αὐτόν, αἰτίαν τοίνυν τὴν προϋφεστῶσαν τοῦ θερμοῦ καὶ πυρώδους, ἣ πολεμήσειν ἔμελλε τῇ νύμφῃ καὶ ζηλοτυπήσειν αὐτὴν τῆς πρὸς τὸν Ἄττιν κοινωνίας· εἴρηται δὲ ἡμῖν τίς ἡ νύμφη· τῇ δὲ δημιουργικῇ προμηθείᾳ τῶν ὄντων ὑπουργῆσαί φησιν ὁ μῦθος, δηλαδὴ τῇ Μητρὶ τῶν θεῶν· εἶτα φωράσαντα καὶ μηνυτὴν γενόμενον αἴτιον γενέσθαι τῷ νεανίσκῳ τῆς ἐκτομῆς. ἡ δὲ ἐκτομὴ τίς; ἐποχὴ τῆς ἀπειρίας· ἔστη γὰρ δὴ τὰ τῆς γενέσεως ἐν ὡρισμένοις τοῖς εἴδεσιν ὑπὸ τῆς δημιουργικῆς ἐπισχεθέντα προμηθείας, οὐκ ἄνευ τῆς τοῦ Ἄττιδος λεγομένης παραφροσύνης, ἣ τὸ μέτριον ἐξισταμένη καὶ ὑπερβαίνουσα καὶ διὰ τοῦτο ὥσπερ ἐξασθενοῦσα καὶ οὐκέθ’ αὑτῆς εἶναι δυναμένη· ὃ δὴ περὶ τὴν τελευταίαν ὑποστῆναι τῶν θεῶν αἰτίαν οὐκ ἄλογον. σκόπει οὖν ἀναλλοίωτον κατὰ πᾶσαν ἀλλοίωσιν τὸ πέμπτον θεώμενος σῶμα περὶ τοὺς φωτισμοὺς τῆς σελήνης, ἵνα λοιπὸν ὁ συνεχῶς γιγνόμενός τε καὶ ἀπολλύμενος κόσμος γειτνιᾷ τῷ πέμπτῳ σώματι. περὶ τοὺς φωτισμοὺς αὐτῆς ἀλλοίωσίν τινα καὶ πάθη συμπίπτοντα θεωροῦμεν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi