Thesauros Edebiyat rhetoric Συμπόσιον ἢ Κρόνια

Συμπόσιον ἢ Κρόνια

Συμπόσιον ἢ Κρόνια Julian Emperor of Rome 331-363
1 Ἐπειδὴ δίδωσιν ὁ θεὸς παίζειν· ἔστι γὰρ Κρόνια· γελοῖον δὲ οὐδὲν οὐδὲ τερπνὸν οἶδα ἐγώ, τὸ μὴ καταγέλαστα φράσαι φροντίδος ἔοικεν εἶναι ἄξιον, ὦ φιλότης.
1 Εἶτα τίς οὕτω παχύς ἐστι καὶ ἀρχαῖος, ὦ Καῖσαρ, ὥστε καὶ παίζειν πεφροντισμένα; ἐγὼ ᾤμην τὴν παιδιὰν ἄνεσίν τε εἶναι ψυχῆς καὶ ἀπαλλαγὴν τῶν φροντίδων.
1 Ὀρθῶς γε σὺ τοῦτο ὑπολαμβάνων, ἐμοὶ δὲ οὐ ταύτῃ ἔοικεν ἀπαντᾶν τὸ χρῆμα. πέφυκα γὰρ οὐδαμῶς ἐπιτήδειος οὔτε σκώπτειν οὔτε παρῳδεῖν οὔτε γελοιάζειν. ἐπεὶ δὲ χρὴ τῷ νόμῳ πείθεσθαι τοῦ θεοῦ, βούλει σοι ἐν παιδιᾶς μέρει μῦθον διεξέλθω πολλὰ ἴσως ἔχοντα ἀκοῆς ἄξια;
1 Λέγοις ἂν καὶ μάλα ἀσμένῳ, ἐπεὶ καὶ αὐτὸς οὐκ ἀτιμάζω τοὺς μύθους οὐδὲ παντάπασιν ἐξελαύνω τοὺς ὀρθῶς ἔχοντας, ἀκόλουθά σοί τε καὶ φίλῳ τῷ σῷ, μᾶλλον δὲ τῷ κοινῷ, Πλάτωνι διανοούμενος, ἐπεὶ καὶ αὐτῷ πολλὰ ἐν μύθοις ἐσπούδασται.
1 Λέγεις ναὶ μὰ Δία ταῦτα ἀληθῆ.
1 Τίς δὲ καὶ ποταπὸς ὁ μῦθος;
1 Οὐ τῶν παλαιῶν τις, ὁποίους Αἴσωπος ἐποίησεν, ἀλλ’ εἴτε πλάσμα λέγοις Ἑρμοῦ· πεπυσμένος γὰρ αὐτὸν ἐκεῖθέν σοι φράσω· εἴτε καὶ τἀληθὲς οὕτως ἔχει εἴτε μίξις τίς ἐστιν ἀμφοῖν, αὐτό, φασί, δείξει τὸ πρᾶγμα.
1 Τουτὶ μὲν οὖν ἤδη μυθικῶς ἅμα καὶ ῥητορικῶς ἐξείργασταί σοι τὸ προοίμιον· ἀλλά μοι τὸν λόγον αὐτόν, ὁποῖός ποτέ ἐστιν, ἤδη διέξελθε.
2 Μανθάνοις ἄν.
1 / 28 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi