Thesauros Edebiyat rhetoric Συμπόσιον ἢ Κρόνια

Συμπόσιον ἢ Κρόνια

Συμπόσιον ἢ Κρόνια Julian Emperor of Rome 331-363
34 Ὁ δὲ Ἑρμῆς πρὸς τὸν Τραϊανὸν βλέψας, Σὺ δέ, εἶπε, τί διανοούμενος ἔπραττες ὅσαπερ ἔπραξας; Τῶν αὐτῶν Ἀλεξάνδρῳ σωφρονέστερον, εἶπεν, ὠρέχθην. καὶ ὁ Σειληνός, Ἡττήθης μὲν οὖν, εἶπε, καὶ σὺ τῶν ἀγεννεστέρων. ὁ μὲν γὰρ θυμοῦ τὸ πλεῖστον ἥττων ἦν, σὺ δὲ αἰσχρᾶς ἡδονῆς καὶ ἐπονειδίστου. Βάλλ’ εἰς μακαρίαν, εἶπεν ὁ Διόνυσος, ἐπεὶ σκώπτεις σὺ πάντας αὐτοὺς καὶ ποιεῖς οὐδὲν ὑπὲρ ἑαυτῶν λέγειν. ἀλλ’ ἐπ’ ἐκείνων εἶχέ σοι χώραν τὰ σκώμματα· πρόσεχε δὲ νῦν, ὅπως ἀντιλήψῃ τοῦ Μάρκου δοκεῖ γὰρ εἶναί μοί πως ἀνὴρ κατὰ τὸν Σιμωνίδην τετράγωνος ἄνευ ψόγου τετυγμένος. ὁ Ἑρμῆς δὲ βλέψας εἰς τὸν Μάρκον, Σοὶ δέ, εἶπεν, ὦ Βῆρε, τί κάλλιστον ἐδόκει τοῦ βίου τέλος εἶναι; καὶ ὃς ἠρέμα καὶ σωφρόνως, Τὸ μιμεῖσθαι, ἔφη, τοὺς θεούς. ἔδοξε μὲν οὖν εὐθέως ἡ ἀπόκρισις οὐκ ἀγεννής, ἀλλὰ καὶ τοῦ παντὸς ἀξία. ἀλλὰ καὶ ὁ Ἑρμῆς οὐκ ἐβούλετο πολυπραγμονεῖν, πεπεισμένος ὅτι πάντα ὁ Μάρκος ἀκολούθως ἐρεῖ. τοῖς μὲν οὖν ἄλλοις θεοῖς ἐδόκει ταύτῃ· μόνος δὲ ὁ Σειληνός, Ἀλλ’ οὐ μὰ τὸν Διόνυσον ἀνέξομαι τούτου τοῦ σοφιστοῦ. τί δήποτε γὰρ ἤσθιες, εἰπέ, καὶ ἔπινες οὐχ ὥσπερ ἡμεῖς ἀμβροσίας τε καὶ νέκταρος, ἄρτου δὲ καὶ οἴνου; Ἀλλ’ ἔγωγε, εἶπεν, οὐχ ᾗπερ οὖν ᾤμην τοὺς θεοὺς μιμεῖσθαι, ταύτῃ προσεφερόμην σιτία καὶ ποτά· τὸ σῶμα δὲ ἔτρεφον, ἴσως μὲν ψευδῶς, πειθόμενος δέ, ὅτι καὶ τὰ ὑμέτερα σώματα δεῖται τῆς ἐκ τῶν ἀναθυμιάσεων τροφῆς. πλὴν οὐ κατὰ ταῦτά γε ὑμᾶς εἶναι μιμητέους, ἀλλὰ κατὰ τὴν διάνοιαν ὑπέλαβον. ὀλίγον ὁ Σειληνὸς διαπορήσας ὥσπερ ὑπὸ πύκτου δεξιοῦ πληγείς, Εἴρηται μέν σοι τοῦτο, εἶπε, τυχὸν οὐκ ἀτόπως, ἐμοὶ δέ, ἔφη, φράσον, τί ποτε ἐνόμιζες εἶναι τὴν τῶν θεῶν μίμησιν; καὶ ὅς, Δεῖσθαι μὲν ὡς ἐλαχίστων, εὖ ποιεῖν δὲ ὡς ὅ, τι μάλιστα πλείστους. Μῶν οὖν, εἶπεν, οὐδενὸς ἐδέου; καὶ ὁ Μάρκος, Ἐγὼ μὲν οὐδενός, ἴσως δὲ τὸ σωμάτιόν μου μικρῶν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi