Thesauros Edebiyat rhetoric Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον

Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον

Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον Julian Emperor of Rome 331-363
16 πάλιν δὲ κατ’ ἄλλο σκοποῦντι εἷς μὲν ὁ τῶν ὅλων δημιουργός, πολλοὶ δὲ οἱ κατ’ οὐρανὸν περιπολοῦντες δημιουργικοὶ θεοί. μέσην ἄρα καὶ τούτων τὴν ἀφ’ Ἡλίου καθήκουσαν εἰς τὸν κόσμον δημιουργίαν θετέον. ἀλλὰ καὶ τὸ γόνιμον τῆς ζωῆς πολὺ μὲν καὶ ὑπέρπληρες ἐν τῷ νοητῷ, φαίνεται δὲ ζωῆς γονίμου καὶ ὁ κόσμος ὢν πλήρης. πρόδηλον οὖν ὅτι καὶ τὸ γόνιμον τοῦ βασιλέως Ἡλίου τῆς ζωῆς μέσον ἐστὶν ἀμφοῖν, ἐπεὶ τούτῳ μαρτυρεῖ καὶ τὰ φαινόμενα· τὰ μὲν γὰρ τελειοῖ τῶν εἰδῶν, τὰ δὲ ἐργάζεται, τὰ δὲ κοσμεῖ, τὰ δὲ ἀνεγείρει, καὶ ἓν οὐδέν ἐστιν, ὃ δίχα τῆς ἀφ’ Ἡλίου δημιουργικῆς δυνάμεως εἰς φῶς πρόεισι καὶ γένεσιν. ἔτι πρὸς τούτοις εἰ τὴν ἐν τοῖς νοητοῖς ἄχραντον καὶ καθαρὰν ἄυλον οὐσίαν νοήσαιμεν, οὐδενὸς ἔξωθεν αὐτῇ προσιόντος οὐδὲ ἐνυπάρχοντος ἀλλοτρίου, πλήρη δὲ τῆς οἰκείας ἀχράντου καθαρότητος, τήν τε ἐν τῷ κόσμῳ περὶ τὸ κύκλῳ φερόμενον σῶμα πρὸς πάντα ἀμιγῆ τὰ στοιχεῖα λίαν εἰλικρινῆ καὶ καθαρὰν φύσιν ἀχράντου καὶ δαιμονίου σώματος, εὑρήσομεν καὶ τὴν τοῦ βασιλέως Ἡλίου λαμπρὰν καὶ ἀκήρατον οὐσίαν ἀμφοῖν μέσην, τῆς τε ἐν τοῖς νοητοῖς ἀύλου καθαρότητος καὶ τῆς ἐν τοῖς αἰσθητοῖς ἀχράντου καὶ ἀμιγοῦς πρὸς γένεσιν καὶ φθορὰν καθαρᾶς εἰλικρινείας. μέγιστον δὲ τούτου τεκμήριον, ὅτι μηδὲ τὸ φῶς, ὃ μάλιστα ἐκεῖθεν ἐπὶ γῆν φέρεται, συμμίγνυταί τινι μηδὲ ἀναδέχεται ῥύπον καὶ μίασμα, μένει δὲ πάντως ἐν πᾶσι τοῖς οὖσιν ἄχραντον καὶ ἀμόλυντον καὶ ἀπαθές.
16 Ἔτι δὲ προσεκτέον τοῖς ἀύλοις εἴδεσι καὶ νοητοῖς, ἀλλὰ καὶ τοῖς αἰσθητοῖς, ὅσα περὶ τὴν ὕλην ἐστὶν ἢ περὶ τὸ ὑποκείμενον. ἀναφανήσεται πάλιν ἐνταῦθα μέσον τὸ νοερὸν τῶν περὶ τὸν μέγαν Ἥλιον εἰδῶν, ὑφ’ ὧν καὶ τὰ περὶ τὴν ὕλην εἴδη βοηθεῖται μήποτε ἂν δυνηθέντα μήτε εἶναι μήτε σώζεσθαι μὴ παρ’ ἐκείνου πρὸς τὴν οὐσίαν συνεργούμενα. τί γάρ; οὐχ οὗτός ἐστι τῆς διακρίσεως τῶν εἰδῶν καὶ συγκρίσεως τῆς ὕλης αἴτιος, οὐ νοεῖν ἡμῖν αὑτὸν μόνον παρέχων, ἀλλὰ καὶ ὁρᾶν ὄμμασιν; ἡ γάρ τοι τῶν ἀκτίνων εἰς πάντα τὸν κόσμον διανομὴ καὶ ἡ τοῦ φωτὸς ἕνωσις τὴν δημιουργικὴν ἐνδείκνυται διάκρισιν τῆς ποιήσεως.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi