17
Πολλῶν δὲ ὄντων ἔτι περὶ τὴν οὐσίαν τοῦ θεοῦ τῶν φαινομένων ἀγαθῶν, ἃ δὴ ὅτι μέσος ἐστὶ τῶν τε νοητῶν καὶ τῶν ἐγκοσμίων θεῶν παρίστησιν, ἐπὶ τὴν τελευταίαν αὐτοῦ μετίωμεν ἐμφανῆ λῆξιν. πρώτη μὲν οὖν ἐστιν αὐτοῦ τῶν περὶ τὸν τελευταῖον κόσμον ἡ τῶν ἡλιακῶν ἀγγέλων οἷον ἐν παραδείγματι τὴν ἰδέαν καὶ τὴν ὑπόστασιν ἔχουσα· μετὰ ταύτην δὲ ἡ τῶν αἰσθητῶν γεννητική, ἧς τὸ μὲν τιμιώτερον οὐρανοῦ καὶ ἀστέρων ἔχει τὴν αἰτίαν, τὸ δὲ ὑποδεέστερον ἐπιτροπεύει τὴν γένεσιν, ἐξ ἀιδίου περιέχον αὐτῆς ἐν ἑαυτῷ τὴν ἀγέννητον αἰτίαν. ἅπαντα μὲν οὖν τὰ περὶ τὴν οὐσίαν τοῦ θεοῦ τοῦδε διελθεῖν οὐδὲ εἴ τῳ δοίη νοῆσαι αὐτὰ ὁ θεὸς οὗτος δυνατόν, ὅπου καὶ τὰ πάντα περιλαβεῖν τῷ νῷ ἔμοιγε φαίνεται ἀδύνατον.
18
Ἐπεὶ δὲ πολλὰ διεληλύθαμεν, ἐπιθετέον ὥσπερ σφραγῖδα τῷ λόγῳ τῷδε μέλλοντας ἐφ’ ἕτερα μεταβαίνειν οὐκ ἐλάττονος τῆς θεωρίας δεόμενα. τίς οὖν ἡ σφραγὶς καὶ οἷον ἐν κεφαλαίῳ τὰ πάντα περιλαμβάνουσα ἡ περὶ τῆς οὐσίας τοῦ θεοῦ νόησις, αὐτὸς ἡμῖν ἐπὶ νοῦν θείη βουλομένοις ἐν βραχεῖ συνελεῖν τήν τε αἰτίαν, ἀφ’ ἧς προῆλθε, καὶ αὐτὸς ὅστις ἐστί, τίνων τε ἀποπληροῖ τὸν ἐμφανῆ κόσμον. ῥητέον οὖν ὡς ἐξ ἑνὸς μὲν προῆλθε τοῦ θεοῦ εἷς ἀφ’ ἑνὸς τοῦ νοητοῦ κόσμου βασιλεὺς Ἥλιος, τῶν νοερῶν θεῶν μέσος ἐν μέσοις τεταγμένος κατὰ παντοίαν μεσότητα, τὴν ὁμόφρονα καὶ φίλην καὶ τὰ διεστῶτα συνάγουσαν, εἰς ἕνωσιν ἄγων τὰ τελευταῖα τοῖς πρώτοις, τελειότητος καὶ συνοχῆς καὶ γονίμου ζωῆς καὶ τῆς ἑνοειδοῦς οὐσίας τὰ μέσα ἔχων ἐν ἑαυτῷ, τῷ τε αἰσθητῷ κόσμῳ παντοίων ἀγαθῶν προηγούμενος, οὐ μόνον δι’ ἧς αὐτὸς αὐγῆς περιλάμπει κοσμῶν καὶ φαιδρύνων, ἀλλὰ καὶ τὴν οὐσίαν τῶν ἡλιακῶν ἀγγέλων ἑαυτῷ συνυποστήσας καὶ τὴν ἀγέννητον αἰτίαν τῶν γινομένων περιέχων, ἔτι τε πρὸ ταύτης τῶν ἀιδίων σωμάτων τὴν ἀγήρω καὶ μόνιμον τῆς ζωῆς αἰτίαν.