Thesauros Edebiyat rhetoric Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον

Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον

Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον Julian Emperor of Rome 331-363
23 Ἀλλὰ πολλὰς μὲν ἄν τις καὶ ἄλλας περὶ τὸν θεὸν τόνδε δυνάμεις θεωρῶν οὔποτ’ ἂν ἐφίκοιτο πασῶν· ἀπόχρη δὲ τῆς μὲν χωριστῆς καὶ πρὸ τῶν σωμάτων ἐπ’ αὐτῶν οἶμαι τῶν αἰτιῶν, αἳ κεχωρισμέναι τῆς φανερᾶς προϋπάρχουσι δημιουργίας, ἴσην Ἡλίῳ καὶ Διὶ τὴν δυναστείαν καὶ μίαν ὑπάρχουσαν τεθεωρηκέναι, τὴν δὲ ἁπλότητα τῶν νοήσεων μετὰ τοῦ διαιωνίου καὶ κατὰ ταὐτὰ μονίμου ξὺν Ἀπόλλωνι τεθεαμένοις, τὸ δὲ μεριστὸν τῆς δημιουργίας μετὰ τοῦ τὴν μεριστὴν ἐπιτροπεύοντος οὐσίαν Διονύσου, τὸ δὲ τῆς καλλίστης συμμετρίας καὶ νοερᾶς κράσεως περὶ τὴν τοῦ Μουσηγέτου δύναμιν τεθεωρηκόσι, τὸ συμπληροῦν δὲ τὴν εὐταξίαν τῆς ὅλης ζωῆς ξὺν Ἀσκληπιῷ νοοῦσι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi