Thesauros Edebiyat rhetoric Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον

Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον

Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον Julian Emperor of Rome 331-363
32 καθάπερ δ’ ὁ βασιλεὺς Ἀπόλλων ἐπικοινωνεῖ διὰ τῆς ἁπλότητος τῶν νοήσεων Ἡλίῳ, οὕτω δὲ καὶ τὴν Ἀθηνᾶν νομιστέον ἀπ’ αὐτοῦ παραδεξαμένην τὴν οὐσίαν οὖσάν τε αὐτοῦ τελείαν νόησιν συνάπτειν μὲν τοὺς περὶ τὸν Ἥλιον θεοὺς αὖ τῷ βασιλεῖ τῶν ὅλων Ἡλίῳ δίχα συγχύσεως εἰς ἕνωσιν, αὐτὴν δὲ τὴν ἄχραντον καὶ καθαρὰν ζωὴν ἀπ’ ἄκρας ἁψῖδος οὐρανοῦ διὰ τῶν ἑπτὰ κύκλων ἄχρι τῆς Σελήνης νέμουσαν ἐποχετεύειν, ἣν ἡ θεὸς ἥδε τῶν κυκλικῶν οὖσαν σωμάτων ἐσχάτην ἐπλήρωσε τῆς φρονήσεως, ὑφ’ ἧς ἡ Σελήνη τά τε ὑπὲρ τὸν οὐρανὸν θεωρεῖ νοητὰ καὶ τὰ ὑφ’ ἑαυτὴν κοσμοῦσα τὴν ὕλην τοῖς εἴδεσιν ἀναιρεῖ τὸ θηριῶδες αὐτῆς καὶ ταραχῶδες καὶ ἄτακτον. ἀνθρώποις δὲ ἀγαθὰ δίδωσιν Ἀθηνᾶ σοφίαν τό τε νοεῖν καὶ τὰς δημιουργικὰς τέχνας. κατοικεῖ δὲ τὰς ἀκροπόλεις αὕτη δήπουθεν καταστησαμένη τὴν πολιτικὴν διὰ σοφίας κοινωνίαν.
33 ὀλίγα ἔτι περὶ Ἀφροδίτης, ἣν συνεφάπτεσθαι τῆς δημιουργίας τῷ θεῷ Φοινίκων ὁμολογοῦσιν οἱ λόγιοι, καὶ ἐγὼ πείθομαι. ἔστι δὴ οὖν αὕτη σύγκρασις τῶν οὐρανίων θεῶν, καὶ τῆς ἁρμονίας αὐτῶν ἔτι φιλία καὶ ἕνωσις. Ἡλίου γὰρ ἐγγὺς οὖσα καὶ συμπεριθέουσα καὶ πλησιάζουσα πληροῖ μὲν τὸν οὐρανὸν εὐκρασίας, ἐνδίδωσι δὲ τὸ γόνιμον τῇ γῇ, προμηθουμένη καὶ αὐτὴ τῆς ἀειγενεσίας τῶν ζῴων, ἧς ὁ μὲν βασιλεὺς Ἥλιος ἔχει τὴν πρωτουργὸν αἰτίαν, Ἀφροδίτη δὲ αὐτῷ συναίτιος, ἡ θέλγουσα μὲν τὰς ψυχὰς ἡμῶν σὺν εὐφροσύνῃ, καταπέμπουσα δὲ εἰς γῆν ἐξ αἰθέρος αὐγὰς ἡδίστας καὶ ἀκηράτους αὐτοῦ τοῦ χρυσίου στιλπνοτέρας.
34 ἔτι ἐπιμετρῆσαι βούλομαι τῆς Φοινίκων θεολογίας· εἰ δὲ μὴ μάτην, ὁ λόγος προϊὼν δείξει. οἱ τὴν Ἔμεσαν οἰκοῦντες, ἱερὸν ἐξ αἰῶνος Ἡλίου χωρίον, Μόνιμον αὐτῷ καὶ Ἄζιζον συγκαθιδρύουσιν. αἰνίττεσθαί φησιν Ἰάμβλιχος, παρ’ οὗ καὶ τἆλλα πάντα ἐκ πολλῶν μικρὰ ἐλάβομεν, ὡς ὁ Μόνιμος μὲν Ἑρμῆς εἴη, Ἄζιζος δὲ Ἄρης, Ἡλίου πάρεδροι, πολλὰ καὶ ἀγαθὰ τῷ περὶ γῆν ἐποχετεύοντες τόπῳ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi