40
Ἡμῖν δέ ἐστιν ἀρχηγὸς καὶ τῆς πόλεως. οἰκεῖ γοῦν αὐτῆς οὐ τὴν ἀκρόπολιν μόνον μετὰ τῆς Ἀθηνᾶς καὶ Ἀφροδίτης Ζεὺς ὁ πάντων πατὴρ ὑμνούμενος, ἀλλὰ καὶ Ἀπόλλων ἐπὶ τῷ Παλλαντίῳ λόφῳ καὶ Ἥλιος αὐτὸς τοῦτο τὸ κοινὸν ὄνομα πᾶσι καὶ γνώριμον. ὅπως δὲ αὐτῷ πάντη καὶ πάντα προσήκομεν οἱ Ῥωμυλίδαι τε καὶ Αἰνεάδαι, πολλὰ ἔχων εἰπεῖν ἐρῶ βραχέα τὰ γνωριμώτατα. γέγονε, φασίν, ἐξ Ἀφροδίτης Αἰνείας, ἥπερ ἐστὶν ὑπουργὸς Ἡλίῳ καὶ συγγενής. αὐτὸν δὲ τὸν κτίστην ἡμῶν τῆς πόλεως Ἄρεως ἡ φήμη παρέδωκε παῖδα, πιστουμένη τὸ παράδοξον τῶν λόγων διὰ τῶν ὕστερον ἐπακολουθησάντων σημείων. ὑπέσχε γὰρ αὐτῷ, φασί, μαζὸν θήλεια λύκος. ἐγὼ δὲ ὅτι μὲν Ἄρης Ἄζιζος λεγόμενος ὑπὸ τῶν οἰκούντων τὴν Ἔμεσαν Σύρων Ἡλίου προπομπεύει, καίπερ εἰδὼς καὶ προειπὼν ἀφήσειν μοι δοκῶ. τοῦ χάριν δὲ ὁ λύκος Ἄρει μᾶλλον, οὐχὶ δὲ Ἡλίῳ προσήκει; καίτοι λυκάβαντά φασιν ἀπὸ τοῦ λύκου τὸν ἐνιαύσιον χρόνον· ὀνομάζει δὲ αὐτὸν οὐχ Ὅμηρος μόνον οὐδὲ οἱ γνώριμοι τῶν Ἑλλήνων τοῦτο τὸ ὄνομα, πρὸς δὲ καὶ ὁ θεός· διανύων γάρ φησιν Ὀρχηθμῷ λυκάβαντα δυωδεκάμηνα κέλευθα. βούλει οὖν ἔτι σοι φράσω μεῖζον τεκμήριον, ὅτι ἄρα ὁ τῆς πόλεως ἡμῶν οἰκιστὴς οὐχ ὑπ’ Αρεως κατεπέμφθη μόνον, ἀλλ’ ἴσως αὐτῷ τῆς μὲν τοῦ σώματος κατασκευῆς συνεπελάβετο δαίμων ἀρήιος καὶ γενναῖος, ὁ λεγόμενος ἐπιφοιτῆσαι τῇ Σιλβίᾳ λουτρὰ τῇ θεῷ φερούσῃ, τὸ δὲ ὅλον ἐξ Ἡλίου κατῆλθεν ἡ ψυχὴ τοῦ θεοῦ Κυρίνου· πειστέον γὰρ οἶμαι τῇ φήμῃ. σύνοδος ἀκριβὴς τῶν τὴν ἐμφανῆ κατανειμαμένων βασιλείαν Ἡλίου τε καὶ Σελήνης ὥσπερ οὖν εἰς τὴν γῆν κατήγαγεν, οὕτω καὶ ἀνήγαγεν ὃν ἀπὸ τῆς γῆς ἐδέξατο, τὸ θνητὸν ἀφανίσασα πυρὶ κεραυνίῳ τοῦ σώματος. οὕτω προδήλως ἡ τῶν περιγείων δημιουργὸς ὑπὸ αὐτὸν ἄκρως γενομένη τὸν ἥλιον ἐδέξατο εἰς γῆν πεμπόμενον διὰ τῆς Ἀθηνᾶς τῆς Προνοίας τὸν Κυρῖνον, ἀνιπτάμενόν τε αὖθις ἀπὸ γῆς ἐπὶ τὸν βασιλέα τῶν ὅλων ἐπανήγαγεν αὐτίκα Ἥλιον.