Thesauros Edebiyat rhetoric Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον

Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον

Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον Julian Emperor of Rome 331-363
5 Ὁ θεῖος οὗτος καὶ πάγκαλος κόσμος ἀπ’ ἄκρας ἁψῖδος οὐρανοῦ μέχρι γῆς ἐσχάτης ὑπὸ τῆς ἀλύτου συνεχόμενος τοῦ θεοῦ προνοίας ἐξ ἀιδίου γέγονεν ἀγέννητος ἔς τε τὸν ἐπίλοιπον χρόνον ἀίδιος, οὐχ ὑπ’ ἄλλου του φρουρούμενος ἢ προσεχῶς μὲν ὑπὸ τοῦ πέμπτου σώματος, οὗ τὸ κεφάλαιόν ἐστιν ἀκτὶς ἀελίου, βαθμῷ δὲ ὥσπερ δευτέρῳ τοῦ νοητοῦ κόσμου, πρεσβυτέρως δὲ ἔτι διὰ τὸν πάντων βασιλέα, περὶ ὃν πάντα ἐστίν. οὗτος τοίνυν, εἴτε τὸ ἐπέκεινα τοῦ νοῦ καλεῖν αὐτὸν θέμις εἴτε ἰδέαν τῶν ὄντων, ὃ δή φημι τὸ νοητὸν ξύμπαν, εἴτε ἕν, ἐπειδὴ πάντων τὸ ἓν δοκεῖ πως πρεσβύτατον, εἴτε ὃ Πλάτων εἴωθεν ὀνομάζειν τἀγαθόν, αὕτη δὴ οὖν ἡ μονοειδὴς τῶν ὅλων αἰτία, πᾶσι τοῖς οὖσιν ἐξηγουμένη κάλλους τε καὶ τελειότητος ἑνώσεώς τε καὶ δυνάμεως ἀμηχάνου, κατὰ τὴν ἐν αὐτῇ μένουσαν πρωτουργὸν οὐσίαν μέσον ἐκ μέσων τῶν νοερῶν καὶ δημιουργικῶν αἰτιῶν Ἥλιον θεὸν μέγιστον ἀνέφηνεν ἐξ ἑαυτοῦ πάντα ὅμοιον ἑαυτῷ· καθάπερ καὶ ὁ δαιμόνιος οἴεται Πλάτων, Τοῦτον τοίνυν, λέγων, ἦν δ’ ἐγώ, φάναι με λέγειν τὸν τοῦ ἀγαθοῦ ἔκγονον, ὃν τἀγαθὸν ἐγέννησεν ἀνάλογον ἑαυτῷ, ὅτιπερ αὐτὸ ἐν τῷ νοητῷ τόπῳ πρός τε νοῦν καὶ τὰ νοούμενα, τοῦτο τοῦτον ἐν τῷ ὁρατῷ πρός τε ὄψιν καὶ τὰ ὁρώμενα.
6 ἔχει μὲν δὴ τὸ φῶς αὐτοῦ ταύτην οἶμαι τὴν ἀναλογίαν πρὸς τὸ ὁρατόν, ἥνπερ πρὸς τὸ νοητὸν ἁλήθεια. αὐτὸς δὲ ὁ ξύμπας, ἅτε δὴ τοῦ πρώτου καὶ μεγίστου τῆς ἰδέας τἀγαθοῦ γεγονὼς ἔκγονος, ὑποστὰς αὐτοῦ περὶ τὴν μόνιμον οὐσίαν ἐξ ἀιδίου καὶ τὴν ἐν τοῖς νοεροῖς θεοῖς παρεδέξατο δυναστείαν, ὧν τἀγαθόν ἐστι τοῖς νοητοῖς αἴτιον, ταῦτα αὐτὸς τοῖς νοεροῖς νέμων. ἔστι δ’ αἴτιον οἶμαι τἀγαθὸν τοῖς νοητοῖς θεοῖς κάλλους, οὐσίας, τελειότητος, ἑνώσεως, συνέχον αὐτὰ καὶ περιλάμπον ἀγαθοειδεῖ δυνάμει· ταῦτα δὴ καὶ τοῖς νοεροῖς Ἥλιος δίδωσιν, ἄρχειν καὶ βασιλεύειν αὐτῶν ὑπὸ τἀγαθοῦ τεταγμένος, εἰ καὶ συμπροῆλθον αὐτῷ καὶ συνυπέστησαν, ὅπως οἶαμι καὶ τοῖς νοεροῖς θεοῖς ἀγαθοειδὴς αἰτία προκαθηγουμένη τῶν ἀγαθῶν πᾶσιν ἅπαντα κατὰ νοῦν εὐθύνῃ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi