17
λέγεταί τοί ποτε τὸν ἐπώνυμον τῆσδε τῆς πόλεως βασιλέα, μᾶλλον δὲ οὗπερ ἐπώνυμος ἥδε ἡ πόλις συνῳκίσθη· πεπόλισται μὲν γὰρ ὑπὸ Σελεύκου, τοὔνομα δὲ ἔχει ἀπὸ τοῦ Σελεύκου παιδός· ὃν δή φασι δι’ ὑπερβολὴν ἁβρότητος καὶ τρυφῆς ἐρῶντα ἀεὶ καὶ ἐρώμενον τέλος ἄδικον ἔρωτα τῆς ἑαυτοῦ μητρυιᾶς ἐρασθῆναι· κρύπτειν δ’ ἐθέλοντα τὸ πάθος οὐ δύνασθαι, τὸ σῶμα δ’ αὐτῷ κατὰ μικρὸν τηκόμενον ἀφανῶς οἴχεσθαι, καὶ ὑπορρεῖν τὰς δυνάμεις, καὶ τὸ πνεῦμα ἔλαττον εἶναι τοῦ συνήθους. ἐῴκει δ’ οἶμαι τὰ κατ’ αὐτὸν αἰνίγματι, σαφῆ μὲν οὐκ ἐχούσης αἰτίαν τῆς νόσου, μᾶλλον δὲ οὐδ’ αὐτῆς, ἥτις ποτέ ἐστι, φαινομένης, ἐναργοῦς δ’ οὔσης τῆς περὶ τὸ μειράκιον ἀσθενείας. ἐνθάδε μέγας ἆθλος ἰατρῷ προυτέθη τῷ Σαμίῳ τὴν νόσον, ἥτις ποτέ ἐστιν, ἐξευρεῖν. ὁ δὲ ὑπονοήσας ἐκ τῶν Ὁμήρου, τίνες ποτέ εἰσιν αἱ γυιοβόροι μελεδῶναι, καὶ ὅτι πολλάκις οὐκ ἀσθένεια σώματος, ἀλλ’ ἀρρωστία ψυχῆς αἰτία γίγνεται τηκεδόνος τῷ σώματι, καὶ τὸ μειράκιον ὁρῶν ὑπό τε ἡλικίας καὶ συνηθείας οὐκ ἀναφρόδιτον, ὁδὸν ἐτράπετο τοιαύτην ἐπὶ τὴν τοῦ νοσήματος θήραν. καθίζει πλησίον τῆς κλίνης ἀφορῶν εἰς τὸ πρόσωπον τοῦ μειρακίου, παριέναι κελεύσας καλούς τε καὶ καλὰς ἀπὸ τῆς βασιλίδος ἀρξαμένους. ἡ δ’ ὡς ἦλθεν, ἐπισκεψομένη δῆθεν αὐτόν, αὐτίκα ἐδίδου τὰ συνθήματα τοῦ πάθους ὁ νεανίας, ἆσθμα τῶν θλιβομένων ἠφίει, ἐπέχειν γὰρ αὐτὸ κινούμενον καίπερ σφόδρα ἐθέλων οὐχ οἷός τε ἦν, καὶ ταραχὴ ἦν τοῦ πνεύματος καὶ πολὺ περὶ τὸ πρόσωπον ἐρύθημα. ταῦτα ὁρῶν ὁ ἰατρὸς προσάγει τῷ στέρνῳ τὴν χεῖρα, καὶ ἐπήδα δεινῶς ἡ καρδία καὶ ἔξω ἵετο. τοιαῦτα ἄττα ἔπασχεν ἐκείνης παρούσης· ἐπεὶ δὲ ἀπῆλθεν, ἐπιόντων ἄλλων, ἀτρέμας εἶχε καὶ ἦν ὅμοιος τοῖς οὐδὲν πάσχουσι. συνιδὼν δὲ τὸ πάθος ὁ Ἐρασίστρατος φράζει πρὸς τὸν βασιλέα, καὶ ὃς ὑπὸ τοῦ φιλόπαις εἶναι παραχωρεῖν ἔφη τῷ παιδὶ τῆς γαμετῆς. ὁ δὲ αὐτίκα μὲν ἠρνήσατο· τελευτήσαντος δὲ τοῦ πατρὸς μικρὸν ὕστερον, ἣν πρότερον διδομένην αὐτῷ χάριν εὐγενῶς ἠρνήθη, μάλα κραταιῶς μετεδίωξεν.