34
ἐμοὶ μὲν οὖν ἐδόκει καὶ πρὸ τοῦ πυρὸς ἀπολελοιπέναι τὸν νεὼν ὁ θεός, ἐπεσήμηνε γὰρ εἰσελθόντι μοι πρῶτον τὸ ἄγαλμα, καὶ τούτου μάρτυρα καλῶ τὸν μέγαν Ἥλιον πρὸς τοὺς ἀπιστοῦντας, ὑμᾶς δὲ ὑπομνῆσαι βούλομαι καὶ ἄλλης ἀπεχθείας ἐμῆς, ἔπειτα, ὅπερ εἴωθα ποιεῖν ἐπιεικῶς, ὀνειδίσαι ἐμαυτῷ καὶ ὑπὲρ ταύτης καὶ κατηγορῆσαι καὶ μέμψασθαι.
34
Δεκάτῳ γάρ που μηνὶ τῷ παρ’ ὑμῖν ἀριθμουμένῳ· Λῶον οἶμαι τοῦτον ὑμεῖς προσαγορεύετε· τοῦ θεοῦ τούτου πάτριός ἐστιν ἑορτή, καὶ ἔδει σπουδῇ πρὸς τὴν Δάφνην ἀπαντᾶν. ἐγὼ μὲν οὖν ἀπὸ τοῦ Κασίου Διὸς ἐπὶ τοῦτο ἔδραμον, οἰόμενος ἐνταῦθα μάλιστα τοῦ πλούτου καὶ τῆς φιλοτιμίας ὑμῶν ἀπολαύσειν. εἶτα ἀνέπλαττον παρ’ ἐμαυτῷ πομπήν, ὥσπερ ὀνείρατα ὁρῶν, ἱερεῖα καὶ σπονδὰς καὶ χοροὺς τῷ θεῷ καὶ θυμιάματα καὶ τοὺς ἐφήβους ἐκεῖ περὶ τὸ τέμενος θεοπρεπέστατα μὲν τὰς ψυχὰς κατεσκευασμένους, λευκῇ δ’ ἐσθῆτι καὶ μεγαλοπρεπεῖ κεκοσμημένους. ὡς δὲ εἴσω παρῆλθον τοῦ τεμένους, οὔτε θυμιάματα κατέλαβον οὔτε πόπανον οὔτε ἱερεῖον. αὐτίκα μὲν οὖν ἐθαύμασα καὶ ᾤμην ἔξω τοῦ τεμένους εἶναι, περιμένειν δ’ ὑμᾶς, ἐμὲ δὴ τιμῶντας ὡς ἀρχιερέα, τὸ σύνθημα παρ’ ἐμοῦ. ἐπεὶ δὲ ἠρόμην, τί μέλλει θύειν ἡ πόλις ἐνιαύσιον ἑορτὴν ἄγουσα τῷ θεῷ, ὁ ἱερεὺς εἶπεν· ἐγὼ μὲν ἥκω φέρων οἴκοθεν τῷ θεῷ χῆνα ἱερεῖον, ἡ πόλις δὲ τὰ νῦν οὐδὲν ηὐτρέπισται.
34
Ἐνταῦθα ὁ φιλαπεχθήμων ἐγὼ πρὸς τὴν βουλὴν ἀνεπιεικεῖς πάνυ διελέχθην λόγους, ὧν ἴσως οὐκ ἄτοπον καὶ νῦν μνημονεῦσαι.