Thesauros Edebiyat rhetoric Μισοπώγων

Μισοπώγων

Μισοπώγων Julian Emperor of Rome 331-363
40 Ἀλλ’ ὁπόσα μὲν κοινῇ πρὸς πάντας πεποίηται τοὺς ἀρχομένους ὑπ’ ἐμοῦ, πρέποι ἂν σιωπᾶν, ἵνα μὴ δοκοίην ὥσπερ ἐξεπίτηδες αὐτοπρόσωπος ἐπαίνους ᾄδειν ἐμαυτοῦ, καὶ ταῦτα ἐπαγγειλάμενος πολλὰς καὶ ἀσελγεστάτας ὕβρεις καταχέαι· τὰ δὲ ἰδίᾳ μοι πρὸς ὑμᾶς πεποιημένα προπετῶς μὲν καὶ ἀνοήτως, ἥκιστα δὲ ὑφ’ ὑμῶν ἄξια ἀχαριστεῖσθαι, πρέποι ἂν οἶμαι προφέρειν ὥσπερ τινὰ ἐμὰ ὀνείδη τοσούτῳ τῶν ἔμπροσθεν χαλεπώτερα, τοῦ τε αὐχμοῦ τοῦ περὶ τὸ πρόσωπον καὶ τῆς ἀναφροδισίας, ὅσῳ καὶ ἀληθέστερα ὄντα τῇ ψυχῇ μάλιστα προσήκει. καὶ δὴ πρότερον ἐπῄνουν ὑμᾶς ὡς ἐνεδέχετό μοι φιλοτίμως οὐκ ἀναμείνας τὴν πεῖραν οὐδ’ ὅπως ἕξομεν πρὸς ἀλλήλους ἐνθυμηθείς, ἀλλὰ νομίσας ὑμᾶς μὲν Ἑλλήνων παῖδας, ἐμαυτὸν δέ, εἰ καὶ γένος ἐστί μοι Θρᾴκιον, Ἕλληνα τοῖς ἐπιτηδεύμασιν ὑπελάμβανον, ὅτι μάλιστα ἀλλήλους ἀγαπήσομεν. ἓν μὲν δὴ τοῦτο ἔστω μοι τῆς προπετείας ὄνειδος. ἔπειτα πρεσβευσαμένοις ὑμῖν παρ’ ἐμὲ καὶ ἀφικομένοις ὑστέροις οὐ τῶν ἄλλων μόνον, ἀλλὰ καὶ Ἀλεξανδρέων τῶν ἐπ’ Αἰγύπτῳ, πολὺ μὲν ἀνῆκα χρυσίον, πολὺ δ’ ἀργύριον, φόρους δὲ παμπληθεῖς ἰδίᾳ παρὰ τὰς ἄλλας πόλεις, ἔπειτα τοῦ βουλευτηρίου τὸν κατάλογον διακοσίοις βουλευταῖς ἀνεπλήρωσα φεισάμενος οὐδενός. ἐσκόπουν γὰρ ὅπως ἡ πόλις ὑμῶν ἔσται μείζων καὶ δυνατωτέρα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi