12
Ἀρκτέον δὲ ἡμῖν τῆς πρὸς τοὺς θεοὺς εὐσεβείας. οὕτω γὰρ ἡμᾶς πρέπει τοῖς θεοῖς λειτουργεῖν ὡς παρεστηκόσιν αὐτοῖς καὶ ὁρῶσι μὲν ἡμᾶς, οὐχ ὁρωμένοις δὲ ὑφ’ ἡμῶν καὶ τὸ πάσης αὐγῆς ὄμμα κρεῖττον ἄχρι τῶν ἀποκρυπτομένων ἡμῖν λογισμῶν διατετακόσιν. ὅτι δὲ οὐκ ἐμὸς ὁ λόγος οὗτός ἐστιν, ἀλλὰ τοῦ θεοῦ, διὰ πολλῶν μὲν εἰρημένος λόγων, ἐμοὶ δὲ δῆτα ἀπόχρη καὶ ἕνα παραθεμένῳ δύο δι’ ἑνὸς παραστῆσαι, πῶς μὲν ὁρῶσιν οἱ θεοὶ πάντα, πῶς δὲ ἐπὶ τοῖς εὐσεβέσιν εὐφραίνονται· Πάντη Φοιβείη τέταται τανυσίσκοπος ἀκτίς· Καί τε διὰ στερεῶν χωρεῖ θοὸν ὄμμα πετράων, Καὶ διὰ κυανέης ἁλὸς ἔρχεται, οὐδέ ἑ λήθει Πληθὺς ἀστερόεσσα παλινδίνητος ἰοῦσα Οὐρανὸν εἰς ἀκάμαντα σοφῆς κατὰ θεσμὸν ἀνάγκης, Οὐδ’ ὅσα νερτερίων ὑπεδέξατο φῦλα καμόντων Τάρταρος ἀχλυόεντος ὑπὸ ζόφον ἀίδος εἴσω· Εὐσεβέσιν δὲ βροτοῖς γάνυμαι τόσον, ὅσσον Ὀλύμπῳ.