Thesauros Edebiyat rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363
18 Πρέπει δὲ οἶμαι τοῖς ἱερεῦσιν ἔνδον μέν, ὅτε λειτουργοῦσιν, ἐσθῆτι χρῆσθαι μεγαλοπρεπεστάτῃ, τῶν ἱερῶν δὲ ἔξω τῇ συνήθει δίχα πολυτελείας· οὐδὲ γὰρ εὔλογον τοῖς δεδομένοις ἡμῖν ἐπὶ τιμῇ θεῶν εἰς κενοδοξίαν καταχρῆσθαι καὶ τύφον μάταιον. ὅθεν ἀφεκτέον ἡμῖν ἐσθῆτος πολυτελεστέρας ἐν ἀγορᾷ καὶ κόμπου ἢ καὶ πάσης ἁπλῶς ἀλαζονείας. οἱ γοῦν θεοὶ τὴν τοσαύτην ἀγασθέντες Ἀμφιαράου σωφροσύνην, ἐπειδὴ τοῦ στρατεύματος ἐκείνου κατεδίκασαν φθορὰν εἰδώς τε αὐτὸς συνεστρατεύετο καὶ ἦν ἄφευκτον αὐτῷ διὰ τοῦτο τὸ πεπρωμένον, ἀπέφηναν αὐτὸν ἄλλον ἐξ ἄλλου καὶ μετέστησαν εἰς λῆξιν θείαν. πάντων γοῦν τῶν ἐπιστρατευσάντων ταῖς Θήβαις ἐπὶ τῶν ἀσπίδων πρὶν κατεργάσασθαι σήματα γραφόντων καὶ ἐγειρόντων τὰ τρόπαια κατὰ τῆς συμφορᾶς τῶν Καδμείων, ὁ τῶν θεῶν ὁμιλητὴς ἄσημα μὲν ἐπεστράτευεν ἔχων ὅπλα, πρᾳότητα δὲ καὶ σωφροσύνην ὡς καὶ ὑπὸ τῶν πολεμίων ἐμαρτυρεῖτο. διόπερ οἶμαι χρὴ καὶ τοὺς ἱερέας ἡμᾶς τὰ περὶ τὰς ἐσθῆτας σωφρονεῖν, ἵνα τυγχάνωμεν εὐμενῶν τῶν θεῶν· ὡς οὐ μικρά γε εἰς αὐτοὺς ἐξαμαρτάνομεν δημούμενοι τὰς ἱερὰς ἐσθῆτας καὶ δημοσιεύοντες καὶ παρέχοντες ἁπλῶς περιβλέπειν τοῖς ἀνθρώποις ὥσπερ τι θαυμαστόν. εἰ γὰρ τοῦτο συμβαίνει, πολλοὶ πελάζουσιν ἡμῖν οὐ καθαροί, καὶ διὰ τοῦτο χραίνεται τὰ τῶν θεῶν σύμβολα. τὸ δὲ καὶ ἡμᾶς αὐτοὺς οὐχ ἱερατικῶς ζῶντας ἱερέων ἐσθῆτα περικεῖσθαι πόσης ἐστὶ παρανομίας καὶ καταφρονήσεως εἰς τοὺς θεούς; εἰρήσεται μὲν οὖν ἡμῖν καὶ περὶ τούτων ἐν ἄλλοις δι’ ἀκριβείας· νυνὶ δὲ ὡς τύπῳ πρὸς σὲ γράφω περὶ αὐτῶν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi