Thesauros Edebiyat rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363
1 Τῶν ὀνειράτων δύο πύλας εἶναί φησιν ὁ θεῖος Ὅμηρος, καὶ διάφορον εἶναι αὐτοῖς καὶ τὴν ὑπὲρ τῶν ἀποβησομένων πίστιν. ἐγὼ δὲ νομίζω σε νῦν, εἴπερ ποτὲ καὶ ἄλλοτε, σαφῶς ἑορακέναι περὶ τῶν μελλόντων· ἐθεασάμην γὰρ καὶ αὐτὸς τοιοῦτον σήμερον. δένδρον γὰρ ᾤμην ὑψηλὸν ἔν τινι τρικλίνῳ σφόδρα μεγάλῳ πεφυτευμένον εἰς ἔδαφος ῥέπειν, τῇ ῥίζῃ παραπεφυκότος ἑτέρου μικροῦ καὶ νεογενοῦς, ἀνθηροῦ λίαν. ἐγὼ δὲ περὶ τοῦ μικροῦ σφόδρα ἠγωνίων, μή τις αὐτὸ μετὰ τοῦ μεγάλου συναποσπάσῃ. καὶ τοίνυν ἐπειδὴ πλησίον ἐγενόμην, ὁρῶ τὸ μέγα μὲν ἐπὶ τῆς γῆς ἐκτεταμένον, τὸ μικρὸν δὲ ὀρθὸν μέν, μετέωρον δὲ ἀπὸ γῆς. ὡς οὖν εἶδον, ἀγωνιάσας ἔφην· Οἵου δένδρουϲ κίνδυνός ἐστι μηδὲ τὴν παραφυάδα σωθῆναι. καί τις ἀγνὼς ἐμοὶ παντελῶς Ὅρα, ἔφησεν, ἀκριβῶς καὶ θάρρει· τῆς ῥίζης γὰρ ἐν τῇ γῇ μενούσης τὸ μικρότερον ἀβλαβὲς διαμενεῖ καὶ βεβαιότερον ἱδρυνθήσεται. τὰ μὲν δὴ τῶνὀνειρά των τοιαῦτα, θεὸς δὲ οἶδεν εἰς ὅτι φέρει.
2 περὶ δὲ τοῦ μιαροῦ ἀνδρογύνου μάθοιμ’ ἂν ἡδέως ἐκεῖνο, πότε διελέχθη περὶ ἐμοῦ ταῦτα, πότερον πρὶν ἢ συντυχεῖν ἐμοὶ ἢ μετὰ τοῦτο. δήλωσον οὖν ἡμῖν ὅ,τι ἂν οἷός τε ᾖς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi