3
Ἀσκητέα τοίνυν πρὸ πάντων ἡ φιλανθρωπία· ταύτῃ γὰρ ἕπεται πολλὰ μὲν καὶ ἄλλα τῶν ἀγαθῶν, ἐξαίρετον δὲ δὴ καὶ μέγιστον ἡ παρὰ τῶν θεῶν εὐμένεια. καθάπερ γὰρ οἱ τοῖς ἑαυτῶν δεσπόταις συνδιατιθέμενοι περί τε φιλίας καὶ σπουδὰς καὶ ἔρωτας ἀγαπῶνται πλέον τῶν ὁμοδούλων, οὕτω νομιστέον φύσει φιλάνθρωπον ὂν τὸ θεῖον ἀγαπᾶν τοὺς φιλανθρώπους τῶν ἀνδρῶν. ἡ δὲ φιλανθρωπία πολλὴ καὶ παντοία· καὶ τὸ πεφεισμένως κολάζειν τοὺς ἀνθρώπους ἐπὶ τῷ βελτίονι τῶν κολαζομένων, ὥσπερ οἱ διδάσκαλοι τὰ παιδία, καὶ τὸ τὰς χρείας αὐτῶν ἐπανορθοῦν, ὥσπερ οἱ θεοὶ τὰς ἡμετέρας. ὁρᾶτε ὅσα ἡμῖν δεδώκασιν ἐκ τῆς γῆς ἀγαθά, τροφὰς παντοίας καὶ ὁπόσας οὐδὲ ὁμοῦ πᾶσι τοῖς ζῴοις. ἐπεὶ δὲ ἐτέχθημεν γυμνοί, ταῖς τε τῶν ζῴων ἡμᾶς θριξὶν ἐσκέπασαν καὶ τοῖς ἐκ τῆς γῆς φυομένοις καὶ τοῖς ἐκ δένδρων. καὶ οὐκ ἤρκεσεν ἁπλῶς οὐδὲ αὐτοσχεδίως, καθάπερ ὁ Μωυσῆς ἔφη τοὺς χιτῶνας λαβεῖν δερματίνους, ἀλλ’ ὁρᾶτε ὅσα ἐγένετο τῆς Ἐργάνης Ἀθηνᾶς τὰ δῶρα. ποῖον οἴνῳ χρῆται ζῷον; ποῖον ἐλαίῳ; πλὴν εἴ τισιν ἡμεῖς καὶ τούτων μεταδίδομεν, οἱ τοῖς ἀνθρώποις οὐ μεταδιδόντες. τί δὲ τῶν θαλαττίων σίτῳ, τί δὲ τῶν χερσαίων τοῖς ἐν τῇ θαλάττῃ χρῆται; χρυσὸν οὔπω λέγω καὶ χαλκὸν καὶ σίδηρον, οἷς πᾶσιν οἱ θεοὶ ζαπλούτους ἡμᾶς ἐποίησαν, οὐχ ἵνα ὄνειδος αὐτῶν περιορῶμεν περινοστοῦντας τοὺς πένητας, ἄλλως τε ὅταν καὶ ἐπιεικεῖς τινες τύχωσι τὸν τρόπον, οἷς πατρῷος μὲν κλῆρος οὐ γέγονεν, ὑπὸ δὲ μεγαλοψυχίας ἥκιστα ἐπιθυμοῦντες χρημάτων πένονται. τούτους ὁρῶντες οἱ πολλοὶ τοὺς θεοὺς ὀνειδίζουσιν. αἴτιοι δὲ θεοὶ μὲν οὐκ εἰσὶ τῆς τούτων πενίας, ἡ δὲ ἡμῶν τῶν κεκτημένων ἀπληστία καὶ τοῖς ἀνθρώποις ὑπὲρ τῶν θεῶν οὐκ ἀληθοῦς ὑπολήψεως αἰτία γίνεται καὶ προσέτι τοῖς θεοῖς ὀνείδους ἀδίκου. τί γὰρ ἀπαιτοῦμεν, ἵνα χρυσὸν ὥσπερ τοῖς Ῥοδίοις ὁ θεὸς ὕσῃ τοῖς πένησιν; ἀλλὰ εἰ καὶ τοῦτο γένοιτο, ταχέως ἡμεῖς ὑποβαλόμενοι τοὺς οἰκέτας καὶ προθέντες πανταχοῦ τὰ ἀγγεῖα πάντας ἀπελάσομεν, ἵνα μόνοι τὰ κοινὰ τῶν θεῶν ἁρπάσωμεν δῶρα. θαυμάσειε δ’ ἄν τις εἰκότως, εἰ τοῦτο μὲν ἀξιοῖμεν οὔτε πεφυκὸς γίνεσθαι καὶ ἀλυσιτελὲς πάντη, τὰ δυνατὰ δὲ μὴ πράττομεν. τίς γὰρ ἐκ τοῦ μεταδιδόναι τοῖς πέλας ἐγένετο πένης; ἐγώ τοι πολλάκις τοῖς δεομένοις προέμενος ἐκτησάμην αὐτὰ παρὰ θεῶν πολλαπλάσια καίπερ ὢν φαῦλος χρηματιστής, καὶ οὐδέποτέ μοι μετεμέλησε προεμένῳ. καὶ τὰ μὲν νῦν οὐκ ἂν εἴποιμι· καὶ γὰρ ἂν εἴη παντελῶς ἄλογον, εἰ τοὺς ἰδιώτας ἀξιώσαιμι βασιλικαῖς παραβάλλεσθαι χορηγίαις· ἀλλ’ ὅτε ἔτι ἐτύγχανον ἰδιώτης, σύνοιδα ἐμαυτῷ τοῦτο ἀποβὰν πολλάκις. ἀπεσώθη μοι τέλειος ὁ κλῆρος τῆς τήθης, ἐχόμενος ὑπ’ ἄλλων βιαίως ἐκ βραχέων ὧν εἶχον ἀναλίσκοντι τοῖς δεομένοις καὶ μεταδιδόντι.