Thesauros Edebiyat rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363
1 Ἄρτι μοι παυσαμένῳ τῆς χαλεπῆς πάνυ καὶ τραχείας νόσου τῇ τοῦ πάντα ἐφορῶντος προνοίᾳ γράμματα εἰς χεῖρας ἦλθεν ὑμέτερα, καθ’ ἣν ἡμέραν πρῶτον ἐλουσάμην. δείλης ἤδη ταῦτα ἀναγνοὺς οὐκ ἂν εἴποις ῥᾳδίως ὅπως ἐρρωννύμην, αἰσθανόμενος τῆς σῆς ἀκραιφνοῦς καὶ καθαρᾶς εὐνοίας, ἧς εἴθε γενοίμην ἄξιος, ὡς ἂν μὴ καταισχύναιμι τὴν σὴν φιλίαν. τὰς μὲν οὖν ὑμετέρας ἐπιστολὰς εὐθὺς ἀνέγνων, καίπερ οὐ σφόδρα τοῦτο ποιεῖν δυνάμενος, τὰς δὲ τοῦ Ἀντωνίου πρὸς τὸν Ἀλέξανδρον εἰς τὴν ὑστεραίαν ἐταμιευσάμην. ἐκεῖθεν ἑβδόμῃ σοι ταῦτα ἔγραφον ἡμέρᾳ, κατὰ λόγον μοι τῆς ῥώσεως προχωρούσης διὰ τὴν τοῦ θεοῦ προμήθειαν. σώζοιό μοι, ποθεινότατε καὶ φιλικώτατε ἀδελφέ, ὑπὸ τοῦ τὰ πάντα ἐφορῶντος θεοῦ· ἴδοιμί σε, ἐμὸν ἀγαθόν. καὶ ἰδίᾳ χειρί· νὴ τὴν σὴν σωτηρίαν καὶ τὴν ἐμήν, νὴ τὸν πάντα ἐφορῶντα θεόν, ὡς φρονῶ γέγραφα. ἀγαθώτατε, πότε σε ἴδω καὶ περιλάβωμαι; νῦν γάρ σου καὶ τοὔνομα καθάπερ οἱ δυσέρωτες φιλῶ.

Ἀλυπίῳ ἀδελφῷ Καισαρίου

1 Ὁ Συλοσῶν ἀνῆλθε, φασί, παρὰ τὸν Δαρεῖον, καὶ ὑπέμνησεν αὐτὸν τῆς χλανίδος, καὶ ᾔτησεν ἀντ’ ἐκείνης παρ’ αὐτοῦ τὴν Σάμον. εἶτα ἐπὶ τούτῳ Δαρεῖος μὲν ἐμεγαλοφρονεῖτο, μεγάλα ἀντὶ μικρῶν νομίζων ἀποδεδωκέναι· Συλοσῶν δὲ λυπηρὰν ἐλάμβανε χάριν. σκόπει δὴ τὰ ἡμέτερα νῦν πρὸς ἐκεῖνα. ἑνὶ μὲν δὴ τὸ πρῶτον οἶμαι κρεῖσσον ἔργον ἡμέτερον· οὐδὲ γὰρ ὑπεμείναμεν ὑπομνησθῆναι παρ’ ἄλλου· τοσούτῳ δὲ χρόνῳ τὴν μνήμην τῆς σῆς φιλίας διαφυλάξαντες ἀκέραιον, ἐπειδὴ πρῶτον ἡμῖν ἔδωκεν ὁ θεός, οὐκ ἐν δευτέροις, ἀλλ’ ἐν τοῖς πρώτοις σε μετεκαλέσαμεν. τὰ μὲν οὖν πρῶτα τοιαῦτα· περὶ δὲ τῶν μελλόντων ἆρά μοι δώσεις τι· καὶ γάρ εἰμι μαντικός· προαγορεῦσαι; μακρῷ νομίζω κρείττονα ἐκείνων, Ἀδράστεια δ’ εὐμενὴς εἴη. σύ τε γὰρ οὐδὲν δέῃ συγκαταστρεφομένου πόλιν βασιλέως, ἐγώ τε πολλῶν δέομαι τῶν συνεπανορθούντων μοι τὰ πεπτωκότα κακῶς. ταῦτά σοι Γαλλικὴ καὶ βάρβαρος Μοῦσα προσπαίζει, σὺ δὲ ὑπὸ τῇ τῶν θεῶν πομπῇ χαίρων ἀφίκοιο. καὶ τῇ αὑτοῦ χειρί· ληὶς ἐρίφων καὶ τῆς ἐν τοῖς χειμαδίοις θήρας τῶν προβατίων. ἧκε πρὸς τὸν φίλον, ὅς σε τότε, καίπερ οὔπω γινώσκειν οἷος εἶ δυνάμενος, ὅμως περιεῖπον.

Τῷ αὐτῷ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi