Thesauros Edebiyat rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363
1 Ἤδη μὲν ἐτύγχανον ἀνειμένος τῆς νόσου, τὴν γεωγραφίαν ὅτε ἀπέστειλας· οὐ μὴν ἔλαττον διὰ τοῦτο ἡδέως ἐδεξάμην τὸ παρὰ σοῦ πινάκιον ἀποσταλέν. ἔχει γὰρ καὶ τὰ διαγράμματα τῶν πρόσθεν βελτίω, καὶ κατεμούσωσας αὐτὸ προσθεὶς τοὺς ἰάμβους, οὐ μάχην ἀείδοντας τὴν Βουπάλειον κατὰ τὸν Κυρηναῖον ποιητήν, ἀλλ’ οἵους ἡ καλὴ Σαπφὼ βούλεται τοῖς νόμοις ἁρμόττειν. καὶ τὸ μὲν δῶρον τοιοῦτόν ἐστιν, ὁποῖον ἴσως σοί τε ἔπρεπε δοῦναι, ἐμοί τε ἥδιστον δέξασθαι. περὶ δὲ τὴν διοίκησιν τῶν πραγμάτων ὅτι δραστηρίως ἅμα καὶ πρᾴως ἅπαντα περαίνειν προθυμῇ, συνηδόμεθα· μῖξαι γὰρ πρᾳότητα καὶ σωφροσύνην ἀνδρείᾳ καὶ ῥώμῃ, καὶ τῇ μὲν χρήσασθαι πρὸς τοὺς ἐπιεικεστάτους, τῇ δὲ ἐπὶ τῶν πονηρῶν ἀπαραιτήτως πρὸς ἐπανόρθωσιν οὐ μικρᾶς ἐστὶ φύσεως οὐδ’ ἀρετῆς ἔργον, ὡς ἐμαυτὸν πείθω. τούτων εὐχόμεθά σε τῶν σκοπῶν ἐχόμενον ἄμφω πρὸς ἓν τὸ καλὸν αὐτοὺς συναρμόσαι· τοῦτο γὰρ ἁπάσαις προκεῖσθαι ταῖς ἀρεταῖς τέλος οὐκ εἰκῆ τῶν παλαιῶν ἐπίστευον οἱ λογιώτατοι. ἐρρωμένος καὶ εὐδαιμονῶν διατελοίης ἐπὶ μήκιστον, ἀδελφὲ ποθεινότατε καὶ φιλικώτατε.

Μαξίμῳ φιλοσόφῳ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi