Thesauros Edebiyat rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363
1 Πάντα ἀθρόα ἔπεισί μοι καὶ ἀποκλείει τὴν φωνὴν ἄλλο ἄλλῳ προελθεῖν οὐ συγχωροῦν τῶν ἐμῶν διανοημάτων, εἴτε τῶν ψυχικῶν παθῶν εἴτε ὅπως φίλον κατονομάζειν τὰ τοιαῦτα. ἀλλ’ ἀποδῶμεν αὐτοῖς ἣν ὁ χρόνος ἀπέδωκε τάξιν, εὐχαριστήσαντες τοῖς πάντα ἀγαθοῖς θεοῖς, οἳ τέως μὲν γράφειν ἐμοὶ συνεχώρησαν, ἴσως δὲ ἡμῖν καὶ ἀλλήλους ἰδεῖν συγχωρήσουσιν. ὡς πρῶτον αὐτοκράτωρ ἐγενόμην ἄκων, ὡς ἴσασιν οἱ θεοί, καὶ τοῦτο αὐτόθι καταφανὲς ὃν ἐνεδέχετο τρόπον ἐποίησα· στρατεύσας ἐπὶ τοὺς βαρβάρους, ἐκείνης μοι γενομένης τριμήνου τῆς στρατείας, ἐπανιὼν εἰς τοὺς Γαλατικοὺς αἰγιαλοὺς ἐπεσκόπουν καὶ τῶν ἐκεῖθεν ἡκόντων ἀνεπυνθανόμην, μή τις φιλόσοφος, μή τις σχολαστικὸς ἢ τριβώνιον ἢ χλανίδιον φορῶν κατῆρεν. ἐπεὶ δὲ περὶ τὸν Βισεντίωνα ἦν· πολίχνη δὲ νῦν ἐστὶν ἀνειλημμένη, πάλαι δὲ μεγάλη τε ἦν καὶ πολυτελέσιν ἱεροῖς ἐκεκόσμητο, καὶ τείχει καρτερῷ καὶ προσέτι τῇ φύσει τοῦ χωρίου· περιθεῖ γὰρ αὐτὸ ὁ Δοῦβις ποταμός· ἡ δὲ ὥσπερ ἐν θαλάττῃ πετρώδης ἄκρα ἀνέστηκεν, ἄβατος ὀλίγου δέω φάναι καὶ αὐτοῖς ὄρνισι, πλὴν ὅσα ὁ ποταμὸς αὐτὴν περιρρέων ὥσπερ τινὰς αἰγιαλοὺς ἔχει προκειμένους· ταύτης πλησίον τῆς πόλεως ἀπήντησε κυνικός τις ἀνήρ, ἔχων τρίβωνα καὶ βακτηρίαν. τοῦτον πόρρωθεν θεασάμενος οὐδὲν ἄλλο ὑπέλαβον ἢ σέ, πλησίον δὲ ἤδη προσιὼν παρὰ σοῦ πάντως ἥκειν αὐτὸν ἐνόμιζον. οὗτος δ’ ἁνὴρ φίλος μέν, ἥττων δὲ τῆς προσδοκωμένης ἐλπίδος. ἓν μὲν δὴ τοιοῦτον ὄναρ ἐγένετό μοι. μετὰ τοῦτο δὲ πάντως ᾤμην σε πολυπραγμονήσαντα τὰ κατ’ ἐμὲ τῆς Ἑλλάδος ἐκτὸς οὐδαμῶς εὑρήσειν. ἴστω Ζεύς, ἴστω μέγας Ἥλιος, ἴστω Ἀθηνᾶς κράτος καὶ πάντες θεοὶ καὶ πᾶσαι, πῶς κατιὼν ἐπὶ τοὺς Ἰλλυριοὺς ἀπὸ τῶν Κελτῶν ἔτρεμον ὑπὲρ σοῦ. καὶ ἐπυνθανόμην τῶν θεῶν (αὐτὸς μὲν οὐ τολμῶν· οὐ γὰρ ὑπέμενον οὔτε ἰδεῖν τοιοῦτον οὔτε ἀκοῦσαι οὐδέν, οἷον ἄν τις ὑπέλαβε δύνασθαι τηνικαῦτα περὶ σὲ γίγνεσθαι, ἐπέτρεπον δὲ ἄλλοις), οἱ θεοὶ δὲ ταραχὰς μέν τινας ἔσεσθαι περὶ σὲ περιφανῶς ἐδήλουν, οὐδὲν μέντοι δεινὸν οὐδὲ εἰς ἔργον τῶν ἀθέων βουλευμάτων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi