Thesauros Edebiyat rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363
1 Δός μοί τι κατὰ τοὺς μελικτὰς εἰπεῖν ῥήτορας, Ὢ παρ’ ἐλπίδα σεσωσμένος ἐγώ, ὢ παρ’ ἐλπίδας ἀκηκοώς, ὅτι διαπέφευγας τὴν τρικέφαλον ὕδραν, οὔτι μὰ Δία τὸν ἀδελφόν φημι Κωνστάντιον· ἀλλ’ ἐκεῖνος μὲν ἦν οἷος ἦν· ἀλλὰ τὰ περὶ αὐτὸνθηρία πᾶσιν ἐποφθαλμιῶντα, ἃ κἀκεῖνον ἐποίει χαλεπώτερον, οὐδὲ τὸ καθ’ ἑαυτὸν παντάπασι πρᾷον, εἰ καὶ ἐδόκει πολλοῖς τοιοῦτος. ἐκείνῳ μὲν οὖν, ἐπειδὴ μακαρίτης ἐγένετο, κούφη γῆ, καθάπερ λέγεται· τούτους δὲ ἀδίκως μέν τι παθεῖν οὐκ ἂν ἐθέλοιμι, ἴστω Ζεύς· ἐπειδὴ δὲ αὐτοῖς ἐπανίστανται πολλοὶ κατήγοροι, δικαστήριον ἀποκεκλήρωται. σὺ δέ, ὦ φίλε, πάρει, καὶ παρὰ δύναμιν ἐπείχθητι· θεάσασθαι γάρ σε πάλαι τε εὔχομαι νὴ τοὺς θεούς, καὶ νῦν εὐμενέστατα ὅτι διεσώθης ἀκηκοώς, ἥκειν παρακελεύομαι.

Προαιρεσίῳ

1 Τί δὲ οὐκ ἔμελλον ἐγὼ Προαιρέσιον τὸν καλὸν προσαγορεύειν, ἄνδρα ἐπαφιέντα τοῖς νέοις λόγους, ὥσπερ οἱ ποταμοὶ τοῖς πεδίοις ἐπαφιᾶσι τὰ ῥεύματα, καὶ ζηλοῦντα τὸν Περικλέα κατὰ τοὺς λόγους ἔξω τοῦ συνταράττειν καὶ ξυγκυκᾶν τὴν Ἑλλάδα; θαυμάζειν δ’ οὐ χρὴ τὴν Λακωνικὴν εἰ πρὸς σὲ βραχυλογίαν ἐμιμησάμην. ὑμῖν γὰρ πρέπει τοῖς σοφοῖς μακροὺς πάνυ καὶ μεγάλους ποιεῖσθαι λόγους, ἡμῖν δὲ ἀρκεῖ καὶ τὰ βραχέα πρὸς ὑμᾶς. ἴσθι δῆτά μοι πολλὰ πανταχόθεν κύκλῳ πράγματα ἐπιρρεῖν. τῆς καθόδου τὰς αἰτίας, εἰ μὲν ἱστορίαν γράψεις, ἀκριβέστατα ἀπαγγελῶ σοι, δοὺς τὰς ἐπιστολὰς ἀποδείξεις ἐγγράφους· εἰ δ’ ἔγνωκας ταῖς μελέταις καὶ τοῖς γυμνάσμασιν εἰς τέλος ἄχρι γήρως προσκαρτερεῖν, οὐδὲν ἴσως μου τὴν σιωπὴν μέμψῃ.

Ἀετίῳ ἐπισκόπῳ

1 Κοινῶς μὲν ἅπασι τοῖς ὁπωσοῦν ὑπὸ τοῦ μακαρίτου Κωνσταντίου πεφυγαδευμένοις ἕνεκεν τῆς τῶν Γαλιλαίων ἀπονοίας ἀνῆκα τὴν φυγήν, σοὶ δὲ οὐκ ἀνίημι μόνον, ἀλλὰ γὰρ καὶ παλαιᾶς γνώσεώς τε καὶ συνηθείας μεμνημένος ἀφικέσθαι προτρέπω μέχρις ἡμῶν. χρήσῃ δὲ ὀχήματι δημοσίῳ μέχρι τοῦ στρατοπέδου τοῦ ἐμοῦ καὶ ἑνὶ παρίππῳ.

Θεοδώρῳ ἀρχιερεῖ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi