2
Παραβάλλετε τοίνυν ταύτην μου τὴν ἐπιστολὴν ᾗ μικρῷ πρῴην ἐπέστειλα, καὶ τὸ διάφορον κατανοήσατε. πόσους μὲν ὑμῶν ἐπαίνους ἔγραφον τότε; νυνὶ δὲ μὰ τοὺς θεοὺς ἐθέλων ὑμᾶς ἐπαινεῖν οὐ δύναμαι διὰ τὴν παρανομίαν. τολμᾷ δῆμος ὥσπερ οἱ κύνες λύκον ἄνθρωπον σπαράττειν, εἶτα οὐκ αἰσχύνεται τὰς χεῖρας προσάγειν τοῖς θεοῖς αἵματι ῥεούσας. ἀλλὰ Γεώργιος ἄξιος ἦν τοῦ τοιαῦτα παθεῖν. καὶ τούτων ἴσως ἐγὼ φαίην ἂν χείρονα καὶ πικρότερα. καὶ δι’ ὑμᾶς, ἐρεῖτε. σύμφημι καὶ αὐτός· παρ’ ὑμῶν δὲ εἰ λέγοιτε, τοῦτο οὐκέτι συγχωρῶ. νόμοι γὰρ ὑμῖν εἰσίν, οὓς χρὴ τιμᾶσθαι μάλιστα μὲν ὑπὸ πάντων ἰδίᾳ καὶ στέργεσθαι. πλὴν ἐπειδὴ συμβαίνει τῶν καθ’ ἕκαστόν τινας παρανομεῖν, ἀλλὰ τὰ κοινὰ γοῦν εὐνομεῖσθαι χρὴ καὶ πειθαρχεῖν τοῖς νόμοις ὑμᾶς, καὶ μὴ παραβαίνειν ὅσαπερ ἐξ ἀρχῆς ἐνομίσθη καλῶς. Εὐτύχημα γέγονεν ὑμῖν, ἄνδρες Ἀλεξανδρεῖς, ἐπ’ ἐμοῦ πλημμελῆσαι τοιοῦτό τι ὑμᾶς, ὃς αἰδοῖ τῇ πρὸς τὸν θεὸν καὶ διὰ τὸν θεῖον τὸν ἐμὸν καὶ ὁμώνυμον, ὃς ἦρξεν αὐτῆς τε Αἰγύπτου καὶ τῆς ὑμετέρας πόλεως, ἀδελφικὴν εὔνοιαν ὑμῖν ἀποσώζω. τὸ γὰρ τῆς ἐξουσίας ἀκαταφρόνητον καὶ τὸ ἀπηνέστερον καὶ καθαρὸν τῆς ἀρχῆς οὔποτε ἂν δήμου περιίδοι τόλμημα μὴ οὐ καθάπερ νόσημα χαλεπὸν πικροτέρῳ διακαθῆραι φαρμάκῳ. προσφέρω δ’ ἐγὼ ὑμῖν δι’ ἅσπερ ἔναγχος ἔφην αἰτίας τὸ προσηνέστατον, παραίνεσιν καὶ λόγους, ὑφ’ ὧν εὖ οἶδ’ ὅτι πείσεσθε μᾶλλον, εἶπερ ἐστέ, καθάπερ ἀκούω, τό τε ἀρχαῖον Ἕλληνες καὶ τὰ νῦν ἔτι τῆς εὐγενείας ἐκείνης ὕπεστιν ὑμῖν ἀξιόλογος καὶ γενναῖος ἐν τῇ διανοίᾳ καὶ τοῖς ἐπιτηδεύμασιν ὁ χαρακτήρ.
3
Προτεθήτω τοῖς ἐμοῖς πολίταις Ἀλεξανδρεῦσιν.
Ἀρσακίῳ ἀρχιερεῖ Γαλατίας.