2
Τοὺς ἡγεμόνας ὀλιγάκις ἐπὶ τῆς οἰκίας ὅρα, τὰ πλεῖστα δὲ αὐτοῖς ἐπίστελλε. εἰσιοῦσι δὲ εἰς τὴν πόλιν ὑπαντάτω μηδεὶς αὐτοῖς ἱερέων, ἀλλ’, ὅταν εἰς τὰ ἱερὰ φοιτῶσι τῶν θεῶν, εἴσω τῶν προθύρων. ἡγείσθω δὲ μηδεὶς αὐτῶν εἴσω στρατιώτης, ἑπέσθω δὲ ὁ βουλόμενος· ἅμα γὰρ εἰς τὸν οὐδὸν ἦλθε τοῦ τεμένους καὶ γέγονεν ἰδιώτης. ἄρχεις γὰρ αὐτός, ὡς οἶσθα, τῶν ἔνδον, ἐπεὶ καὶ ὁ θεῖος ταῦτα ἀπαιτεῖθεσμός. καὶ οἱ μὲν πειθόμενοι κατὰ ἀλήθειάν εἰσι θεοσεβεῖς, οἱ δὲ ἀντεχόμενοι τοῦ τύφου δοξοκόποι καὶ κενόδοξοι.
3
Τῇ Πεσσινοῦντι βοηθεῖν ἕτοιμός εἰμι, εἰ τὴν μητέρα τῶν θεῶν ἵλεων καταστήσουσιν ἑαυτοῖς· ἀμελοῦντες δὲ αὐτῆς οὐκ ἄμεμπτοι μόνον, ἀλλὰ, μὴ πικρὸν εἰπεῖν, μὴ καὶ τῆς παρ’ ἡμῶν ἀπολαύσωσι δυσμενείας. οὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν οὐδ’ ἐλεαίρειν ἀνέρας, οἵ κε θεοῖσιν ἀπέχθωντ’ ἀθανάτοισιν. πεῖθε τοίνυν αὐτούς, εἰ τῆς παρ’ ἐμοῦ κηδεμονίας ἀντέχονται, πανδημεὶ τῆς μητρὸς τῶν θεῶν ἱκέτας γενέσθαι.
Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου
1
Ἄλλοι μὲν ἵππων, ἄλλοι δὲ ὀρνέων, ἄλλοι δὲ θηρίων ἐρῶσιν· ἐμοὶ δὲ βιβλίων κτήσεως ἐκ παιδαρίου δεινὸς ἐντέτηκε πόθος. ἄτοπον οὖν, εἰ ταῦτα περιίδοιμι σφετερισαμένους ἀνθρώπους, οἷς οὐκ ἀρκεῖ τὸ χρυσίον μόνον ἀποπλῆσαι τὸν πολὺν ἔρωτα τοῦ πλούτου, πρὸς δὲ καὶ ταῦτα ὑφαιρεῖσθαι ῥᾳδίως διανοουμένους. ταύτην οὖν ἰδιωτικήν μοι δὸς τὴν χάριν, ὅπως ἀνευρεθῇ πάντα τὰ Γεωργίου βιβλία. πολλὰ μὲν γὰρ ἦν φιλόσοφα παρ’ αὐτῷ, πολλὰ δὲ ῥητορικά, πολλὰ δὲ ἦν καὶ τῆς τῶν δυσσεβῶν Γαλιλαίων διδασκαλίας· ἃ βουλοίμην μὲν ἠφανίσθαι πάντη, τοῦ δὲ μὴ σὺν τούτοις ὑφαιρεθῆναι τὰ χρησιμώτερα, ζητείσθω κἀκεῖνα μετ’ ἀκριβείας ἅπαντα. ἡγεμὼν δὲ τῆς ζητήσεως ἔστω σοι ταύτης ὁ νοτάριος Γεωργίου, ὃς μετὰ πίστεως μὲν ἀνιχνεύσας αὐτὰ γέρως ἴστω τευξόμενος ἐλευθερίας, εἰ δ’ ἁμωσγέπως γένοιτο κακοῦργος περὶ τὸ πρᾶγμα, βασάνων εἰς πεῖραν ἥξων. ἐπίσταμαι δὲ ἐγὼ τὰ Γεωργίου βιβλία, καὶ εἰ μὴ πάντα, πολλὰ μέντοι· μετέδωκε γάρ μοι περὶ τὴν Καππαδοκίαν ὄντι πρὸς μεταγραφήν τινα, καὶ ταῦτα ἔλαβε πάλιν.
Ἀλεξανδρεῦσι διάταγμα