Thesauros Edebiyat rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363
1 Βασιλεῖ μὲν πρὸς κέρδος ὁρῶντι χαλεπὸν ἂν ὑμῶν ἐφάνη τὸ αἴτημα, καὶ οὐκ ἂν ᾠήθη δεῖν τὴν δημοσίαν εὐπορίαν βλάπτειν τῇ πρός τινας ἰδίᾳ χάριτι· ἐπεὶ δὲ ἡμεῖς οὐχ ὅ, τι πλεῖστα παρὰ τῶν ὑπηκόων ἀθροίζειν πεποιήμεθα σκοπόν, ἀλλ’ ὅτι πλείστων ἀγαθῶν αὐτοῖς αἴτιοι γίγνεσθαι, τοῦτο καὶ ὑμῖν ἀπολύσει τὰ ὀφλήματα. ἀπολύσει δὲ οὐχ ἁπλῶς ἅπαντα, ἀλλὰ μερισθήσεται τὸ πρᾶγμα, τὸ μὲν εἰς ὑμᾶς, τὸ δὲ εἰς τὴν τῶν στρατιωτῶν χρείαν, ἐξ ἧς οὐκ ἐλάχιστα καὶ αὐτοὶ δήπου φέρεσθε, τὴν εἰρήνην καὶ τὴν ἀσφάλειαν. τοιγαροῦ νμέχρι μὲν τῆς τρίτης ἐπινεμήσεως ἀφίεμεν ὑμῖν πάντα, ὅσα ἐκ τοῦ φθάνοντος ἐλλείπει χρόνου· μετὰ ταῦτα δὲ εἰσοίσετε κατὰ τὸ ἔθος. ὑμῖν τε γὰρ τὰ ἀφιέμενα χάρις ἱκανή, καὶ ἡμῖν τῶν κοινῶν οὐκ ἀμελητέον. περὶ τούτου καὶ τοῖς ἐπάρχοις ἐπέσταλκα, ἵν’ ἡ χάρις ὑμῖν εἰς ἔργον προχωρήσῃ. ἐρρωμένους ὑμᾶς οἱ θεοὶ σώζοιεν τὸν ἅπαντα χρόνον.

Ἀνεπίγραφος ὑπὲρ Ἀργείων

1 Ὑπὲρ τῆς Ἀργείων πόλεως πολλὰ μὲν ἄν τις εἰπεῖν ἔχοι, σεμνύνειν αὐτὴν ἐθέλων, παλαιὰ καὶ νέα πράγματα. τοῦ τε γὰρ Τρωικοῦ, καθάπερ ὕστερον Ἀθηναίοις καὶ Λακεδαιμονίοις τοῦ Περσικοῦ, προσήκει τὸ πλέον ἐκείνοις ἔργου. δοκεῖ μὲν γὰρ ἄμφω κοινῇ πραχθῆναι παρὰ τῆς Ἑλλάδος· ἄξιον δὲ ὥσπερ τῶν ἔργων καὶ τῆς φροντίδος, οὕτω καὶ τῶν ἐπαίνων τοὺς ἡγεμόνας τὸ πλέον μετέχειν. ἀλλὰ ταῦτα μὲν ἀρχαῖά πως εἶναι δοκεῖ, τὰ δὲ ἐπὶ τούτοις, ἥ τε Ἡρακλειδῶν κάθοδος καὶ ὡς τῷ πρεσβυτάτῳ γέρας ἐξῃρέθη, ἥ τε εἰς Μακεδόνας ἐκεῖθεν ἀποικία, καὶ τὸ Λακεδαιμονίοις οὕτω πλησίον παροικοῦντας ἀδούλωτον ἀεὶ καὶ ἐλευθέραν φυλάξαι τὴν πόλιν, οὐ μικρᾶς οὐδὲ τῆς τυχούσης ἀνδρείας ἦν. ἀλλὰ δὴ καὶ τὰ τοσαῦτα περὶ τοὺς Πέρσας ὑπὸ τῶν Μακεδόνων γενόμενα ταύτῃ προσήκειν τῇ πόλει δικαίως ἄν τις ὑπολάβοι· Φιλίππου τε γὰρ καὶ Ἀλεξάνδρου τῶν πάνυ τῶν προγόνων πατρὶς ἦν αὕτη. Ῥωμαίοις δὲ ὕστερον οὐχ ἁλοῦσα μᾶλλον ἢ κατὰ ξυμμαχίαν ὑπήκουσε, καὶ ὥσπερ οἶμαι μετεῖχε καὶ αὐτὴ καθάπερ αἱ λοιπαὶ τῆς ἐλευθερίας καὶ τῶν ἄλλων δικαίων, ὁπόσα νέμουσι ταῖς περὶ τὴν Ἑλλάδα πόλεσιν οἱ κρατοῦντες ἀεί.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi