3
Καίτοι πρὸς τοὺς Κορινθίους εἰκότως ἄν τις καὶ τοῦτο προσθείη, πότερον αὐτοῖς δοκεῖ καλῶς ἔχειν τοῖς τῆς παλαιᾶς Ἑλλάδος ἕπεσθαι νομίμοις ἢ μᾶλλον οἷς ἔναγχος δοκοῦσι παρὰ τῆς βασιλευούσης προσειληφέναι πόλεως; εἰ μὲν γὰρ τὴν τῶν παλαιῶν νομίμων ἀγαπῶσι σεμνότητα, οὐκ Ἀργείοις μᾶλλον εἰς Κόρινθον ἢ Κορινθίοις εἰς Ἄργος συντελεῖν προσήκει· εἰ δὲ τοῖς νῦν ὑπάρξασι τῇ πόλει, ἐπειδὴ τὴν Ῥωμαϊκὴν ἀποικίαν ἐδέξαντο, ἰσχυριζόμενοι πλέον ἔχειν ἀξιοῦσι, παραιτησόμεθα μετρίως αὐτοὺς μὴ τῶν πατέρων φρονεῖν μεῖζον, μηδὲ ὅσα καλῶς ἐκεῖνοι κρίναντες ταῖς περὶ τὴν Ἑλλάδα διεφύλαξαν πόλεσιν ἔθιμα, ταῦτα καταλύειν καὶ καινοτομεῖν ἐπὶ βλάβῃ καὶ λύμῃ τῶν ἀστυγειτόνων, ἄλλως τε καὶ νεωτέρᾳ χρωμένους τῇ ψήφῳ καὶ τὴν ἀπραγμοσύνην τοῦ λαχόντος ὑπὲρ τῆς Ἀργείων πόλεως τὴν δίκην εἰσελθεῖν ἕρμαιον ἔχοντας τῆς πλεονεξίας. εἰ γὰρ ἐφῆκεν ἔξω τῆς Ἑλλάδος ἀπάγων τὴν δίκην, οἱ Κορίνθιοι ἔλαττόν τε ἰσχύειν ἔμελλον καὶ τὸ δίκαιον ἐξεταζόμενον κακῶς φαίνεσθαι πρὸς τῶν πολλῶν καὶ γενναίων τούτων συνηγόρων, ὑφ’ ὧν εἰκός ἐστι τὸν δικαστήν, προστιθεμένου καὶ τοῦ κατὰ τὴν πόλιν ἀξιώματος, δυσωπούμενον ταύτην τὴν ψῆφον ἐξενεγκεῖν.