Thesauros Edebiyat rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363
5 Ἄτοπον δὲ οὐ χρὴ νομίζειν τὸ τὴν δίκην αὖθις ἀνάδικον ποιεῖν· τοῖς μὲν γὰρ ἰδιώταις ξυμφέρει τὸ κρεῖττον καὶ λυσιτελέστερον ὀλίγον παριδεῖν, τὴν εἰς τὸν ἔπειτα χρόνον ἀσφάλειαν ὠνουμένοις· ὄντος γὰρ αὐτοῖς ὀλίγου βίου, ἡδὺ μὲν καὶ τὸ ἐπ’ ὀλίγον ἡσυχίας ἀπολαῦσαι, φοβερὸν δὲ καὶ τὸ πρὸς τῶν δικαστηρίων ἀπολέσθαι κρινόμενον, καὶ παισὶ παραπέμψαι τὴν δίκην ἀτελῆ· ὥστε κινδυνεύει κρεῖσσον εἶναι τὸ καὶ ὁπωσοῦν προσλαβεῖν ἥμισυ ἢ περὶ τοῦ παντὸς ἀγωνιζόμενον ἀποθανεῖν· τὰς πόλεις δὲ ἀθανάτους οὔσας εἰ μή τις δικαίως κρίνας τῆς πρὸς ἀλλήλας φιλονεικίας ἀπαλλάξει, ἀθάνατον ἔχειν τὴν δύσνοιαν πάντως ἀναγκαῖον, καὶ τὸ μῖσος δὲ ἰσχυρὸν τῷ χρόνῳ κρατυνόμενον. εἴρηται, φασὶν οἱ ῥήτορες, ὅ γ’ ἐμὸς λόγος, κρίνοις δ’ ἂν αὐτὸς τὰ δέοντα.

Ἰουλιανῷ θείῳ

1 Εἰ τὰς σὰς ἐπιστολὰς ἐγὼ παρὰ φαῦλον ποιοῦμαι, ἐξ ἄρα δή μοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί. τί γὰρ οὐκ ἔνεστιν ἐν τοῖς σοῖς καλόν; εὔνοια, πίστις, ἀλήθεια, καὶ τὸ πρὸ τούτων, οὗ χωρὶς οὐδέν ἐστι τἆλλα, φρόνησις ἅπασι τοῖς ἑαυτῆς μέρεσιν, ἀγχινοίᾳ, συνέσει, εὐβουλίᾳ διαδεικνυμένη. ὅτι δὲ οὐκ ἀντιγράφω, τοῦτο γὰρ καὶ κατεμέμψω, σχολὴν οὐκ ἄγω, μὰ τοὺς θεούς, καὶ μὴ νομίσῃς ἀκκισμὸν εἶναι μηδὲ παιδιὰν τὸ πρᾶγμα. μαρτύρομαι τοὺς λογίους θεούς, ὅτι πλὴν Ὁμηρου καὶ Πλάτωνος οὐκ ἀκολουθεῖ μοι πυκτίον οὔτε φιλόσοφον οὔτε ῥητορικὸν οὔτε γραμματικὸν οὔθ’ ἱστορία τις τῶν ἐν κοινῇ χρείᾳ· καὶ ταῦτα δὲ αὐτὰ τοῖς περιάπτοις ἔοικε καὶ φυλακτηρίοις· δέδεται γὰρ ἀεί. ὀλίγα λοιπὸν καὶ εὔχομαι καίτοι δεόμενος, ὡς εἰκός, εἴ πέρ ποτε ἄλλοτε καὶ νῦν εὐχῶν πολλῶν πάνυ, καὶ μεγάλων. ἀλλ’ ἄγχει πάντοθεν περιεχόμενα τὰ πράγματα, ὄψει δὲ ἴσως καὶ αὐτός, ὅταν εἰς τὴν Συρίαν γένωμαι.
2 Περὶ δὲ ὧν ἐπέστειλάς μοι, πάντα ἐπαινῶ, πάντα θαυμάζω ἃ ἐννοεῖς, οὐδέν ἐστιν ἀπόβλητον ἐξ ἐκείνων. ἴσθι οὖν ὅτι καὶ πάντα πράξω σὺν θεοῖς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi