Thesauros Edebiyat rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363

Θεοδώρᾳ τῇ αἰδεσιμωτάτῃ.

1 Τὰ πεμφθέντα παρὰ σοῦ βιβλία πάντα ὑπεδεξάμην καὶ τὰς ἐπιστολὰς ἄσμενος διὰ τοῦ βελτίστου Μυγδονίου. καὶ μόγις ἄγων σχολήν, ὡς ἴσασιν οἱ θεοί, οὐκ ἀκκιζόμενος λέγω, ταῦτα ἀντέγραψα πρός σε. σὺ δὲ εὖ πράττοις καὶ γράφοις ἀεὶ τοιαῦτα.
1 Ἐδεξάμην ὅσα ἐπέστειλεν ἡ σὴ φρόνησις ἀγαθὰ καὶ καλὰ παρὰ τῶν θεῶν ἡμῖν ἐπαγγέλματα καὶ δῶρα· καὶ πολλὴν ὁμολογήσας χάριν τοῖς οὐρανίοις θεοῖς ἐν δευτέρῳ τῇ σῇ μεγαλοψυχίᾳ χάριν ἔσχον, ὅτι καὶ προσλιπαρεῖν ὑπὲρ ἡμῶν τοὺς θεοὺς ἐν τοῖς μάλιστα προθυμῇ καὶ τὰ φανέντα παρ’ αὑτῇ ἀγαθὰ διὰ ταχέων ἡμῖν καταμηνύειν σπουδάζεις.

Ἀριστοξένῳ φιλοσόφῳ.

1 Ἆρά γε χρὴ περιμένειν κλῆσιν, καὶ τὸ ἀκλητὶ προτιμᾶν μηδαμοῦ; ἀλλ’ ὅρα μὴ χαλεπὴν ταύτην εἰσαγάγωμεν νομοθεσίαν, εἰ ταὐτὰ χρὴ παρὰ τῶν φίλων περιμένειν, ὅσα καὶ παρὰ τῶν ἁπλῶς καὶ ὡς ἔτυχε γνωρίμων. ἀπορήσει τις ἐνταῦθα, πῶς οὐκ ἰδόντες ἀλλήλους ἐσμὲν φίλοι; πῶς δὲ τοῖς πρὸ χιλίων ἐτῶν γεγονόσι καὶ ναὶ μὰ Δία δισχιλίων; ὅτι σπουδαῖοι πάντες ἦσαν καὶ τὸν τρόπον καλοί τε κἀγαθοί. ἐπιθυμοῦμεν δὲ καὶ ἡμεῖς εἶναι τοιοῦτοι, εἰ καὶ τοῦ εἶναι, τό γε εἰς ἐμέ, πάμπληθες ἀπολειπόμεθα. πλὴν ἀλλ’ ἥ γε ἐπιθυμία τάττει πως ἡμᾶς εἰς τὴν αὐτὴν ἐκείνοις μερίδα. καὶ τί ταῦτα ἐγὼ ληρῶ μακρότερον; εἴτε γὰρ ἄκλητον ἰέναι χρή, ἥξεις δήπουθεν· εἴτε καὶ κλῆσιν περιμένεις, ἰδού σοι καὶ παράκλησις ἥκει παρ’ ἡμῶν. ἔντυχε οὖν ἡμῖν περὶ τὰ Τύανα πρὸς Διὸς φιλίου, καὶ δεῖξον ἡμῖν ἄνδρα ἐν Καππαδόκαις καθαρῶς Ἕλληνα. τέως γὰρ τοὺς μὲν οὐ βουλομένους, ὀλίγους δέ τινας ἐθέλοντας μέν, οὐκ εἰδότας δὲ θύειν ὁρῶ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi