Thesauros Edebiyat rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363
1 Ὤιμην ἐγὼ τοὺς τῶν Γαλιλαίων προστάτας ἕξειν μοι μείζονα χάριν ἢ τῷ φθάσαντι πρὸ ἐμοῦ τὴν ἀρχὴν ἐπιτροπεῦσαι. συνέβη γὰρ ἐπὶ μὲν ἐκείνου τοὺς πολλοὺς αὐτῶν καὶ φυγαδευθῆναι καὶ διωχθῆναι καὶ δεσμευθῆναι, πολλὰ δὲ ἤδη καὶσφαγῆναι πλήθη τῶν λεγομένων αἱρετικῶν, ὡς ἐν Σαμοσάτοις καὶ Κυζίκῳ καὶ Παφλαγονίᾳ καὶ Βιθυνίᾳ καὶ Γαλατίᾳ, καὶ ἐν πολλοῖς ἄλλοις ἔθνεσιν ἄρδην ἀνατραπῆναι πορθηθείσας κώμας, ἐπ’ ἐμοῦ δὲ τοὐναντίον. οἵ τε γὰρ ἐξορισθέντες ἀφείθησαν, καὶ οἱ δημευθέντες ἀπολαμβάνειν τὰ σφέτερα ἅπαντα νόμῳ παρ’ ἡμῶν ἔλαβον. οἱ δ’ εἰς τοσοῦτον λυσσομανίας ἥκουσι καὶ ἀπονοίας, ὥστε, ὅτι μὴ τυραννεῖν ἔξεστιν αὐτοῖς μηδὲ ἅ ποτε ἔπραττον κατ’ ἀλλήλων, ἔπειτα καὶ ἡμᾶς τοὺς θεοσεβεῖς εἰργάζοντο, διατιθέναι, παροξυνόμενοι πάντα κινοῦσι λίθον καὶ συνταράττειν τολμῶσι τὰ πλήθη καὶ στασιάζειν, ἀσεβοῦντες μὲν εἰς τοὺς θεούς, ἀπειθοῦντες δὲ τοῖς ἡμετέροις προστάγμασι, καίπερ οὕτως οὖσι φιλανθρώποις. οὐδένα γοῦν αὐτῶν ἄκοντα πρὸς βωμοὺς ἐῶμεν ἕλκεσθαι, διαρρήδην δὲ αὐτοῖς προαγορεύομεν, εἴ τις ἑκὼν χερνίβων καὶ σπονδῶν ἡμῖν ἐθέλει κοινωνεῖν, καθάρσια προσφέρεσθαι πρῶτον καὶ τοὺς ἀποτροπαίους ἱκετεύειν θεούς. οὕτω πόρρω τυγχάνομεν τοῦ τινα τῶν δυσσεβῶν ἐθελῆσαί ποτε ἢ διανοηθῆναι τῶν παρ’ ἡμῖν εὐαγῶν μετασχεῖν θυσιῶν, πρὶν τὴν μὲν ψυχὴν ταῖς λιτανείαις πρὸς τοὺς θεούς, τὸ δὲ σῶμα τοῖς νομίμοις καθαρσίοις καθήρασθαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi