Thesauros Edebiyat rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363

Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου

1 Ἡ μὲν παροιμία φησίν ἐμοὶ διηγοῦ σὺ τοὐμὸν ὄναρ, ἐγὼ δ’ ἔοικα σοὶ τὸ σὸν ὕπαρ ἀφηγεῖσθαι. πολύς, φασίν, ὁ Νεῖλος ἀρθεὶς μετέωρος τοῖς πήχεσιν ἐπλήρωσε πᾶσαν τὴν Αἴγυπτον· εἰ δὲ καὶ τὸν ἀριθμὸν ἀκοῦσαι ποθεῖς, εἰς τὴν εἰκάδα τοῦ Σεπτεμβρίου τρὶς πέντε. μηνύει δὲ ταῦτα Θεόφιλος ὁ στρατοπεδάρχης. εἰ τοίνυν ἠγνόησας αὐτό, παρ’ ἡμῶν ἀκούων εὐφραίνου.

Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου

1 Εἰ καὶ τῶν ἄλλων ἕνεκα μὴ γράφεις ἡμῖν, ἀλλ’ ὑπέρ γε τοῦ θεοῖς ἐχθροῦ χρῆν σε γράφειν Ἀθανασίου, καὶ ταῦτα πρὸ πλείονος ἤδη χρόνου τὰ καλῶς ἡμῖν ἐγνωσμένα πεπυσμένον. ὄμνυμι δὲ τὸν μέγαν Σάραπιν, ὡς εἰ μὴ πρὸ τῶν Δεκεμβρίων Καλανδῶν ὁ θεοῖς ἐχθρὸς Ἀθανάσιος ἐξέλθοι ἐκείνης τῆς πόλεως, μᾶλλον δὲ καὶ πάσης τῆς Αἰγύπτου, τῇ ὑπακουούσῃ σοι τάξει προστιμήσομαι χρυσοῦ λίτρας ἑκατόν. οἶσθα δὲ ὅπως εἰμὶ βραδὺς μὲν εἰς τὸ καταγνῶναι, πολλῷ δὲ ἔτι βραδύτερος εἰς τὸ ἅπαξ καταγνοὺς ἀνεῖναι. καὶ τῇ αὑτοῦ χειρί· πάνυ με λυπεῖ τὸ καταφρονεῖσθαι. μὰ τοὺς θεοὺς πάντας οὐδὲν οὕτως ἂν ἴδοιμι, μᾶλλον δὲ ἀκούσαιμι ἡδέως παρὰ σοῦ πραχθέν, ὡς Ἀθανάσιον ἐξεληλαμένον τῶν τῆς Αἰγύπτου ὅρων, τὸν μιαρόν, ὃς ἐτόλμησεν Ἑλληνίδας ἐπ’ ἐμοῦ γυναῖκας τῶν ἐπισήμων βαπτίσαι. διωκέσθω.

Ἀλεξανδρεῦσιν

1 Εἰ μέν τις τῶν Γαλιλαίων ἦν ὑμῶν οἰκιστής, οἳ τὸν ἑαυτῶν παραβάντες νόμον ἀπέτισαν ὁποίας ἦν εἰκὸς δίκας, ἑλόμενοι μὲν ζῆν παρανόμως, εἰσαγαγόντες δὲ κήρυγμα καινὸν καὶ διδασκαλίαν νεαράν, λόγον ἂν εἶχεν οὐδ’ ὣς Ἀθανάσιον ὑφ’ ὑμῶν ἐπιζητεῖσθαι· νυνὶ δὲ κτίστου μὲν ὄντος Ἀλεξάνδρου τῆς πόλεως, ὑπάρχοντος δὲ ὑμῖν πολιούχου θεοῦ τοῦ βασιλέως Σαράπιδος ἅμα τῇ παρέδρῳ κόρῃ καὶ τῇ βασιλίδι τῆς Αἰγύπτου πάσης Ἴσιδι τὴν ὑγιαίνουσαν οὐ ζηλοῦντες πόλιν· ἀλλὰ τὸ νοσοῦν μέρος ἐπιφημίζειν ἑαυτῷ τολμᾷ τὸ τῆς πόλεως ὄνομα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi