Thesauros Edebiyat rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363
1 Ἀμείνων ἦσθα σιωπῶν πρότερον ἢ νῦν ἀπολογούμενος· οὐδὲ γὰρ ἐλοιδοροῦ τότε, καίτοι διανοούμενος ἴσως αὐτό· νυνὶ δὲ ὥσπερ ὠδίνων τὴν καθ’ ἡμῶν λοιδορίαν ἀθρόαν ἐξέχεας. ἢ γὰρ οὐ χρή με καὶ λοιδορίαν αὐτὸ καὶ βλασφημίαν νομίζειν, ὅτι με τοῖς σεαυτοῦ φίλοις ὑπελάμβανες εἶναι προσόμοιον, ὧν ἑκατέρῳ δέδωκας σεαυτὸν ἄκλητον, μᾶλλον δὲ τῷ μὲν ἄκλητον, τῷ προτέρῳ, τῷ δευτέρῳ δὲ ἐνδειξαμένῳ μόνον, ὅτι σε συνεργὸν ἐθέλει προσλαβεῖν, ὑπήκουσας. ἀλλ’ εἰ μὲν ἐγὼ προσόμοιός εἰμι Κώνσταντι καὶ Μαγνεντίῳ, τὸ πρᾶγμα αὐτό, φασί, δείξει· σὺ δ’ ὅτι κατὰ τὸν κωμικὸν σαυτὴν ἐπαινεῖς ὥσπερ Ἀστυδάμας, γύναι, πρόδηλόν ἐστιν ἐξ ὧν ἐπέστειλας. ἡ γὰρ ἀφοβία καὶ τὸ μέγα θάρσος καὶ τὸ εἴθε με γνοίης ὅσος καὶ οἷός εἰμι, καὶ πάντα ἁπλῶς τὰ τοιαῦτα, βαβαί, πηλίκου κτύπου καὶ κόμπου ῥημάτων ἐστίν. ἀλλὰ καὶ πρὸς τῶν Χαρίτων καὶ τῆς Ἀφροδίτης, εἰ τολμηρὸς οὕτως εἶ καὶ γενναῖος, τί καὶ τρίτον ηὐλαβήθης, ἂν δέῃ, προσκρούειν; οἱ γὰρ τοῖς κρατοῦσιν ἀπεχθανόμενοι, τὸ μὲν κουφότατον καί, ὡς ἂν εἴποι τις, ἥδιστον τῷ γε νοῦν ἔχοντι, τοῦ πράγματα ἔχειν ταχέως ἀπαλλάττονται, μικρὰ δὲ εἰ χρὴ προσζημιωθῆναι, περὶ τὰ χρήματα πταίουσι· τὸ δὲ κεφάλαιόν ἐστι τῆς ὀργῆς καὶ τὸ παθεῖν, φασί, τὰ ἀνήκεστα, τὸ ζῆν προέσθαι. τούτων δὴ πάντων ὑπερορῶν, ὅτι καὶ τὸν ἰδίως ἄνδρα ἐπέγνωκας· καὶ τὸν κοινῶς καὶ γενικῶς ἄνθρωπον ὑφ’ ἡμῶν τῶν ὀψιμαθῶν ἀγνοούμενον, ἀνθ’ ὅτου, πρὸς τῶν θεῶν, εὐλαβεῖσθαι ἔφης, μὴ τρίτον προσκρούσῃς; οὐ γὰρ δὴ πονηρὸν ἐκ χρηστοῦ σε ποιήσω χαλεπήνας ἐγώ· ζηλωτὸς γὰρ ἂν ἦν ἐν δίκῃ τοῦτο δυνάμενος· ἦ γάρ, ὥς φησι Πλάτων, καὶ τοὐναντίον οἷός τε ἦν ἄν. ἀδεσπότου δὲ τῆς ἀρετῆς οὔσης ἐχρῆν ὑπολογίζεσθαι μηδὲν τῶν τοιούτων. ἀλλ’ οἴει μέγα τὸ πάντας μὲν βλασφημεῖν, πᾶσι δὲ ἁπλῶς λοιδορεῖσθαι, καὶ τὸ τῆς εἰρήνης τέμενος ἀποφαίνειν ἐργαστήριον πολέμου. ἢ τοῦτο νομίζεις ὑπὲρ τῶν παλαιῶν ἁμαρτημάτων ἀπολογεῖσθαι πρὸς ἅπαντας, καὶ τῆς πάλαι ποτὲ μαλακίας παραπέτασμα τὴν νῦν ἀνδρείαν εἶναί σοι; τὸν μῦθον ἀκήκοας τὸν Βαβρίου Γαλῆ ποτ’ ἀνδρὸς εὐπρεποῦς ἐρασθεῖσα. τὰ δὲ ἄλλα ἐκ τοῦ βιβλίου μάνθανε. πολλὰ εἰπὼν οὐδένα ἂν πείσειας ἀνθρώπων, ὡς οὐ γέγονας ὅπερ οὖν γέγονας καὶ οἷον πολλοὶ πάλαι σε ἠπίσταντο. τὴν νῦν δὲ ἀμαθίαν καὶ τὸ θάρσος οὐχ ἡ φιλοσοφία μὰ τοὺς θεοὺς ἐνεποίησέ σοι, τοὐναντίον δὲ ἡ διπλῆ κατὰ Πλάτωνα ἄγνοια. κινδυνεύων γὰρ εἰδέναι μηδέν, ὡς οὐδὲ ἡμεῖς, οἴει δὴ πάντων εἶναι σοφώτατος, οὐ τῶν νῦν ὄντων μόνον, ἀλλὰ καὶ τῶν γεγονότων, ἴσως δὲ καὶ τῶν ἐσομένων. οὕτω σοι πρὸς ὑπερβολὴν ἀμαθίας τὰ τῆς οἰήσεως ἐπιδέδωκεν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi