2
Ἀλλὰ σοῦ μὲν ἕνεκα καὶ ταῦτα τῶν ἱκανῶν εἴρηταί μοι πλείω, δεῖ δὲ ἴσως ἀπολογήσασθαι διὰ σὲ καὶ τοῖς ἄλλοις, ὅτι προχείρως ἐπὶ κοινωνίαν σε παρεκάλεσα πραγμάτων. τοῦτ’ οὐ πρῶτος οὐδὲ μόνος ἔπαθον, ὦ Διονύσιε. ἐξηπάτησε καὶ Πλάτωνα τὸν μέγαν ὁ σὸς ὁμώνυμος, ἀλλὰ καὶ ὁ Ἀθηναῖος Κάλλιπος· εἰδέναι μὲν γὰρ αὐτόν φησι πονηρὸν ὄντα, τηλικαύτην δὲ ἐν αὐτῷ τὸ μέγεθος κακίαν οὐδ’ ἂν ἐλπίσαι πώποτε. καὶ τί χρὴ λέγειν ὑπὲρ τούτων, ὅπου καὶ τῶν Ἀσκληπιαδῶν ὁ ἄριστος Ἱπποκράτης ἔφη· Ἔσφηλαν δέ μου τὴν γνώμην αἱ ἐν τῇ κεφαλῇ ῥαφαί; εἶτ’ ἐκεῖνοι μὲν ὑπὲρ ὧν ᾔδεσαν ἐξηπατῶντο, καὶ τὸ τεχνικὸν ἐλάνθανε τὸν ἰατρὸν θεώρημα, θαυμαστὸν δέ, εἴπερ Ἰουλιανὸς ἀκούσας ἐξαίφνης ἀνδρίζεσθαι τὸν Νεῖλον Διονύσιον ἐξηπατήθη; ἀκούεις ἐκεῖνον τὸν Ἠλεῖον Φαίδωνα, καὶ τὴν ἱστορίαν ἐπίστασαι· εἰ δὲ ἀγνοεῖς, ἐπιμελέστερον πολυπραγμόνησον, ἐγὼ δ’ οὖν ἐρῶ τοῦτο. ἐκεῖνος ἐνόμιζεν οὐδὲν ἀνίατον εἶναι τῇ φιλοσοφίᾳ, πάντας δὲ ἐκ πάντων ὑπ’ αὐτῆς καθαίρεσθαι βίων, ἐπιτηδευμάτων, ἐπιθυμιῶν, πάντων ἁπαξαπλῶς τῶν τοιούτων. εἰ γὰρ τοῖς εὖ πεφυκόσι καὶ καλῶς τεθραμμένοις ἐπήρκει μόνον, οὐδὲν ἂν ἦν θαυμαστὸν τὸ κατ’ αὐτήν· εἰ δὲ καὶ τοὺς οὕτω διακειμένους ἀνάγει πρὸς τὸ φῶς, δοκεῖ μοι διαφερόντως εἶναι θαυμάσιον. ἐκ τούτων ἡ περὶ σέ μοι κατ’ ὀλίγον γνώμη, ὡς ἴσασιν οἱ θεοὶ πάντες, ἔρρεπεν ἐπὶ τὸ βέλτιον. οὔτοι γοῦν οὔτε ἐν πρώτοις οὔτε ἐν δευτέροις τῶν κρατίστων ἐθέμην ἀνδρῶν τὸ κατὰ σέ. ἐπίστασαι ἴσως αὐτός· εἰ δὲ ἀγνοεῖς, τοῦ καλοῦ Συμμάχου πυνθάνου. πέπεισμαι γάρ, ἐκεῖνος ὅτι οὔποτ’ ἂν ἑκὼν εἶναι ψεύσαιτο, τὰ πάντα ἀληθίζεσθαι πεφυκώς. εἰ δὲ ἀγανακτεῖς, ὅτι μὴ πάντων σε προυτιμήσαμεν, ἐγὼ μὲν ἐμαυτῷ, ὅτι σε καὶ ἐν ἐσχάτοις ἔταξα, μέμφομαι, καὶ χάριν οἶδα τοῖς θεοῖς πᾶσί τε καὶ πάσαις, οἳ κοινωνῆσαί σε πραγμάτων καὶ φίλους ἡμᾶς γενέσθαι διεκώλυσαν καὶ γὰρ εἰ πολλὰ περὶ τῆς φήμης οἱ ποιηταί φασιν ὡς ἔστι θεός, ἔστω δέ, εἰ βούλει, δαιμόνιόν γε τὸ τῆς φήμης, οὐ πάνυ τι προσεκτέον αὐτῇ, διότι πέφυκε τὸ δαιμόνιον οὐ πάντα καθαρὸν οὐδὲ ἀγαθὸν τελείως ὡς τὸ τῶν θεῶν εἶναι γένος, ἀλλ’ ἐπικοινωνεῖ πως καὶ πρὸς θάτερον. εἰ δὲ ὑπὲρ τῶν ἄλλων δαιμόνων οὐ θέμις τοῦτο φάναι, περὶ τῆς φήμης οἶδ’ ὅτι λέγων ὡς πολλὰ μὲν ψευδῶς, πολλὰ δὲ ἀληθῶς ἀγγέλλει, οὔποτ’ ἂν αὐτὸς ἁλοίην ψευδομαρτυριῶν.