1
Χρῆν μὲν οἴκοθεν διανοηθέντα ὃ δὴ νῦν ἔδοξε κρατῦναι τῷ νόμῳ, τὸ παλαιὸν ἔθος ἀναλαβεῖν, ὃ διανοούμενοι μὲν οἱ πάλαι καλῶς θέμενοι τοὺς νόμους, εἶναι πλεῖστον ὑπέλαβον ἐν μέσῳ ζωῆς τε καὶ θανάτου, ἰδίᾳ δὲ ἑκατέρῳ πρέπειν ἐνόμισαν τὰ ἐπιτηδεύματα τῶν ἔργων. εἶναι μὲν γὰρ τὸν θάνατον ἡσυχίαν διηνεκῆ—καὶ τοῦτο ἄρα ἐστὶν ὁ χαλκοῦς ὕπνος ὁ ὑπὸ τῶν ποιητῶν ὑμνούμενος—, ἀπεναντίας δὲ τὴν ζωὴν ἔχειν πολλὰ μὲν ἀλγεινὰ πολλὰ δὲ ἡδέα, καὶ τὸ πράττειν νῦν μὲν ἑτέρως, αὖθις δὲ ἄμεινον. ὃ δὴ διανοηθέντες ἔταξαν ἰδίᾳ μὲν ἀφοσιοῦσθαι τὰ πρὸς τοὺς κατοιχομένους, ἰδίᾳ δὲ τὰ πρὸς τὸν καθ’ ἡμέραν οἰκονομεῖσθαι βίον. ἔτι δὲ πάντων ὑπελάμβανον ἀρχὴν εἶναι καὶ τέλος τοὺς θεούς, ζῶντάς τε ἡμᾶς ἐνόμισαν ὑπὸ θεοῖς εἶναι καὶ ἀπιόντας πάλιν πρὸς τοὺς θεοὺς πορεύεσθαι. τὸ μὲν οὖν ὑπὲρ τούτων λέγειν, εἴτε τοῖς αὐτοῖς ἀμφότερα προσήκει θεοῖς, εἴτε ἕτεροι μὲν ἐπιτροπεύουσι τοὺς ζῶντας, ἕτεροι δὲ τοὺς τεθνεῶτας, οὐδ’ ἄξιον ἴσως δημοσιεύειν. εἴ γε μὴν καθάπερ ἡμέρας καὶ νυκτὸς αἴτιος ἥλιος καὶ χειμῶνος καὶ θέρους ἀπιὼν καὶ προσιών, οὕτω δὲ καὶ αὐτῶν τῶν θεῶν ὁ πρεσβύτατος, εἰς ὃν πάντα καὶ ἐξ οὗ πάντα, ζῶσί τε ἔταξεν ἄρχοντας καὶ τελευτήσασιν ἀπεκλήρωσε κυρίους, ἑκατέρῳ τὰ πρέποντα χρὴ νέμειν ἐν μέρει, καὶ μιμεῖσθαι διὰ τοῦ καθ’ ἡμέραν βίου τὴν ἐν τοῖς οὖσι τῶν θεῶν διακόσμησιν.