Thesauros Edebiyat rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363
3 Ἔνθεν ὑποδέχονταί με Βάτναι, χωρίον οἷον παρ’ ὑμῖν οὐκ εἶδον ἔξω τῆς Δάφνης, ἣ νῦν ἔοικε ταῖς Βάτναις· ὡς τά γε πρὸ μικροῦ, σωζομένου τοῦ νεὼ καὶ τοῦ ἀγάλματος, Ὄσσῃ καὶ Πηλίῳ καὶ ταῖς Ὀλύμπου κορυφαῖς καὶ τοῖς Θετταλικοῖς Τέμπεσιν ἄγων ἐπίσης ἢ καὶ προτιμῶν ἁπάντων ὁμοῦ τὴν Δάφνην οὐκ ἂν αἰσχυνοίμην. ἀλλ’ ἐπὶ μὲν τῇ Δάφνῃ γέγραπταί σοι λόγος, ὁποῖον ἄλλος οὐδ’ ἂν εἷς τῶν οἳ νῦν βροτοί εἰσι καὶ μάλα ἐπιχειρήσας καμεῖν ἐργάσαιτο, νομίζω δὲ καὶ τῶν ἔμπροσθεν οὐ πολλοὺς πάνυ. τί οὖν ἐγὼ νῦν ἐπιχειρῶ περὶ αὐτῆς γράφειν, οὕτω λαμπρᾶς μονῳδίας ἐπ’ αὐτῇ συγγεγραμμένης; ὡς μήποτε ὤφελε τοιοῦτον. αἵ γε μὴν Βάτναι· βαρβαρικὸν ὄνομα τοῦτο· χωρίον ἐστὶν Ἑλληνικόν, πρῶτον μὲν ὅτι διὰ πάσης τῆς πέριξ χώρας ἀτμοὶ λιβανωτοῦ πανταχόθεν ᾖσαν, ἱερεῖά τε ἐβλέπομεν εὐτρεπῆ πανταχοῦ. τοῦτο μὲν οὖν εἰ καὶ λίαν ηὔφραινέ με, θερμότερον ὅμως ἐδόκει καὶ τῆς εἰς τοὺς θεοὺς εὐσεβείας ἀλλότριον. ἐκτὸς πάτου γὰρ εἶναι χρὴ καὶ δρᾶσθαι καθ’ ἡσυχίαν, ἐπ’ αὐτὸ τοῦτο πορευομένων, οὐκ ἐπ’ ἄλλο τι βαδιζόντων, τὰ πρὸς τοὺς θεοὺς ἱερά τε καὶ ὅσια. τοῦτο μὲν οὖν ἴσως τεύξεται τῆς ἁρμοζούσης ἐπιμελείας αὐτίκα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi