1
Ἄλλοι μὲν ἄλλως τὰς πανηγύρεις νομίζουσιν, ἐγὼ δὲ ἡδύ σοι γλυκείας ἑορτῆς σύνθημα τῶν ἐπιχωρίων ἰσχάδων μακροκέντρους ἑκατὸν ἐκπέμπω, τῷ μὲν τοῦ δώρου μεγέθει μικράν, τῷ κάλλει δὲ ἴσως ἀρκοῦσαν ἡδονὴν μνηστεύων. Ἀριστοφάνει μὲν οὖν δοκεῖ εἶναι πλὴν μέλιτος τῶν ἄλλων γλυκύτερον τὰς ἰσχάδας, καὶ οὐδὲ τοῦτ’ ἀνέχεται τῶν ἰσχάδων εἶναι γλυκύτερον, ὡς αὐτὸς ἐπικρίνας λέγει· Ἡροδότῳ δὲ ἄρα τῷ συγγραφεῖ πρὸς ἐπίδειξιν ἐρημίας ἀληθοῦς ἤρκεσεν εἰπόντι Παρ’ οἷς οὔτε σῦκά ἐστιν οὔτε ἄλλο ἀγαθὸν οὐδέν, ὡς ἄρ’ οὔτε ἄλλου τινὸς ἐν καρποῖς ἀγαθοῦ προτέρου τῶν σύκων ὄντος, οὔτε ἔτι πάντως ἀγαθοῦ δέον τοῖς παρ’ οἷς ἂν ᾖ τὸ σῦκον. Ὅμηρος δὲ ὁ σοφὸς τὰ μὲν ἄλλα τῶν καρπῶν εἰς μέγεθος ἢ χρόαν ἢ κάλλος ἐπαινεῖ, μόνῳ δὲ τῷ σύκῳ τὴν τῆς γλυκύτητος ἐπωνυμίαν συγχωρεῖ. καὶ τὸ μέλι χλωρὸν καλεῖ, δεδιὼς μὴ λάθῃ γλυκὺ προσειπών, ὃ καὶ πικρὸν εἶναι πολλαχοῦ συμβαίνει· τῷ σύκῳ δὲ ἄρα μόνῳ ἀποδίδωσι τὴν οἰκείαν εὐφημίαν, ὥσ περτῷ νέκταρι, διότι καὶ μόνον γλυκὺ τῶν ἄλλων ἐστί. καὶ μέλι μὲν Ἱπποκράτης φησὶ γλυκὺ μὲν εἶναι τὴν αἴσθησιν, πικρὸν δὲ πάντως τὴν ἀνάδοσιν, καὶ οὐκ ἀπιστῶ τῷ λόγῳ· χολῆς γὰρ αὐτὸ ποιητικὸν εἶναι ξύμπαντες ὁμολογοῦσι καὶ τρέπειν τοὺς χυμοὺς εἰς τοὐναντίον τῆς γεύσεως. ὃ δὴ καὶ μᾶλλον τῆς ἐκ φύσεως αὐτοῦ πικρότητος κατηγορεῖ τὴν γένεσιν· οὐ γὰρ ἂν εἰς τοῦτο μετέβαλλεν ὃ πικρόν ἐστιν, εἰ μὴ καὶ πάντως αὐτῷ προσῆν ἐξ ἀρχῆς τοῦτο, ἀφ’ οὗ πρὸς τὸ ἕτερον μετέπιπτε. σῦκον δὲ οὐκ αἰσθήσει μόνον ἡδύ, ἀλλὰ καὶ ἀναδόσει κρεῖττόν ἐστιν. οὕτω δέ ἐστιν ἀνθρώποις ὠφέλιμον, ὥστε καὶ ἀλεξιφάρμακον αὐτὸ παντὸς ὀλεθρίου φαρμάκου φησὶν Ἀριστοτέλης εἶναι, κἀν τοῖς δείπνοις οὐκ ἄλλου τινὸς ἢ τούτου χάριν τῶν ἐδεσμάτων προπαρατίθεσθαί τε καὶ ἐπιτραγηματίζεσθαι, καθάπερ ἀντ’ ἄλλης τινὸς ἀλεξήσεως ἱερᾶς ταῖς τῶν βρωμάτων ἀδικίαις περιπτυσσόμενον. καὶ μὴν ὅτι καὶ θεοῖς τὸ σῦκον ἀνάκειται, καὶ θυσίας ἐστὶν ἁπάσης ἐμβώμιον, καὶ ὅτι παντὸς λιβανωτοῦ κρεῖττον ἐς θυμιάματος σκευασίαν ἐστίν, οὐκ ἐμὸς ἴδιος οὗτος ὁ λόγος, ἀλλ’ ὅστις τὴν χρείαν αὐτοῦ ἔμαθεν, οἶδεν ὡς ἀνδρὸς σοφοῦ καὶ ἱεροφάντου λόγος ἐστί. Θεόφραστος δὲ ὁ καλὸς ἐν γεωργίας παραγγέλμασι τὰς τῶν ἑτεροφύτων δένδρων γενέσεις ἐκτιθεὶς καὶ ὅσα ἀλληλούχοις ἐγκεντρίσεσιν εἴκει, πάντων, οἶμαι, τῶν φυτῶν μᾶλλον ἐπαινεῖ τῆς συκῆς τὸ δένδρον ὡς ἂν ποικίλης καὶ διαφόρου γενέσεως δεκτικὸν καὶ μόνον τῶν ἄλλων εὔκολον παντοίου γένους ἐνεγκεῖν βλάστην, εἴ τις αὐτοῦ τῶν κλάδων ἐκτεμὼν ἕκαστον, εἶτα ἐκρήξας ἄλλην ἐς ἄλλο τῶν πρέμνων ἐμφυῆ γονὴν ἐναρμόσειεν, ὡς ἀρκεῖν ἤδη πολλάκις αὐτοῦ καὶ ἀνθ’ ὁλοκλήρου κήπου τὴν ὄψιν, οἷον ἐν λειμῶνι χαριεστάτῳ ποικίλην τινὰ καὶ πολυειδῆ τῶν καρπῶν ἀφ’ ἑαυτοῦ τὴν ἀγλαΐαν ἀντιπεπομφότος. καὶ τὰ μὲν ἄλλα τῶν ἀκροδρύων ἐστὶν ὀλιγοχρόνια καὶ τὴν μονὴν οὐκ ἀνέχεται, μόνῳ δὲ τῷ σύκῳ καὶ ὑπερενιαυτίζειν ἔξεστι καὶ τῇ τοῦ μέλλοντος καρποῦ γενέσει συνενεχθῆναι. ὥστε φησὶ καὶ Ὅμηρος ἐν Ἀλκίνου κήπῳ τοὺς καρποὺς ἀλλήλοις ἐπιγηράσκειν. ἐπὶ μὲν οὖν τῶν ἄλλων ἴσως ἂν μῦθος ποιητικὸς εἶναι δόξειε· μόνῳ δὲ τῷ σύκῳ πρὸς τὸ τῆς ἀληθείας ἐναργὲς ἂν συμφέροιτο, διότι καὶ μόνον τῶν ἄλλων καρπῶν ἐστὶ μονιμώτερον. τοιαύτην δὲ ἔχον, οἶμαι, τὸ σῦκον τὴν φύσιν, πολλῷ κρεῖττόν ἐστι παρ’ ἡμῖν τὴν γένεσιν, ὡς εἶναι τῶν μὲν ἄλλων φυτῶν αὐτὸ τιμιώτερον, αὐτοῦ δὲ τοῦ σύκου τὸ παρ’ ἡμῖν θαυμασιώτερον, καὶ νικᾶν μὲν αὐτὸ τῶν ἄλλων τὴν γένεσιν, αὖθις δ’ ὑπὸ τοῦ παρ’ ἡμῖν ἡττᾶσθαι καὶ τῇ πρὸς ἑκάτερον ἐγκρίσει πάλιν σώζεσθαι, κρατοῦντι μὲν ἐοικός, οἷς δ’ αὖ κρατεῖσθαι δοκεῖ, πάλιν ἐς τὸ καθόλου νικῶντι. καὶ τοῦτο οὐκ ἀπεικότως παρ’ ἡμῖν μόνοις συμβαίνει· ἔδει γὰρ, οἶμαι, τὴν Διὸς πόλιν ἀληθῶς καὶ τὸν τῆς ἑῴας ἁπάσης ὀφθαλμόν· τὴν ἱερὰν καὶ μεγίστην Δαμασκὸν λέγω· τοῖς τε ἄλλοις σύμπασιν, οἷον ἱερῶν κάλλει καὶ νεῶν μεγέθει καὶ ὡρῶν εὐκρασίᾳ καὶ πηγῶν ἀγλαΐᾳ, καὶ ποταμῶν πλήθει καὶ γῆς εὐφορίᾳ νικῶσαν μόνην ἄρα καὶ τῷ τοιούτῳ φυτῷ πρὸς τὴν τοῦ θαύματος ὑπεροχὴν ἀρκέσαι. οὐδὲν οὖν ἀνέχεται μεταβολῆς τὸ δένδρον, οὐδὲ ὑπερβαίνει τοὺς ἐπιχωρίους ὅρους τῆς βλάστης, ἀλλ’ αὐτόχθονος φυτοῦ νόμῳ τὴν ἐξ ἀποικίας γένεσιν ἀρνεῖται. καὶ χρυσὸς μὲν, οἶμαι, καὶ ἄργυρος ὁ αὐτὸς πολλαχοῦ φύεται, μόνη δὲ ἡ παρ’ ἡμῖν χώρα τίκτει φυτὸν ἀλλαχοῦ φῦναι μὴ δυνάμενον. ὥσπερ δὲ τὰ ἐξ Ἰνδῶν ἀγώγιμα καὶ οἱ Περσικοὶ σῆρες ἢ ὅσα ἐν τῇ Αἰθιόπων γῇ τίκτεται μὲν καὶ λέγεται, τῷ δὲ τῆς ἐμπορίας νόμῳ πανταχοῦ διαβαίνει· οὕτω δὴ καὶ τὸ παρ’ ἡμῖν σῦκον, ἀλλαχοῦ τῆς γῆς οὐ γινόμενον, πανταχοῦ παρ’ ἡμῶν στέλλεται, καὶ οὔτε πόλις οὔτε νῆσός ἐστιν, ἣν οὐκ ἐπέρχεται τῷ τῆς ἡδονῆς θαύματι. ἀλλὰ καὶ τράπεζαν βασιλικὴν κοσμεῖ, καὶ παντὸς δείπνου σεμνόν ἐστιν ἐγκαλλώπισμα, καὶ οὔτ’ ἔνθρυπτον οὔτε στρεπτὸν οὔτε νεήλατον οὔτε ἄλλο καρυκείας γένος ἥδυσμα ἴσον ἧ ἂν ἀφίκηται· τοσοῦτον αὐτῷ τῶν τε ἄλλων ἐδεσμάτων καὶ δὴ καὶ τῶν ἑκασταχοῦ σύκων περίεστι τοῦ θαύματος. καὶ τὰ μὲν ἄλλα τῶν σύκων ἢ ὀπωρινὴν ἔχει τὴν βρῶσιν ἢ τερσαινόμενα ἐς τὸ ταμεῖον ἔρχεται, τὸ δὲ παρ’ ἡμῖν μόνον ἀμφοτερίζει τῇ χρείᾳ, καὶ καλὸν μέν ἐστιν ἐπιδένδριον, πολλῷ δὲ κάλλιον, εἰ ἐς τὴν τερσιὰν ἔλθοι. εἰ δὲ καὶ τὴν ὥραν αὐτοῦ τὴν ἐν τοῖς δένδροις ὀφθαλμῷ λάβοις, καὶ ὅπως ἑκάστου τῶν πρέμνων ἐπιμήκεσι τοῖς κέντροις οἱονεὶ καλύκων δίκην ἀπήρτηται, ἢ ὅπως ἐν κύκλῳ περιθεῖ τῷ καρπῷ τὸ δένδρον, ἄλλας ἐπ’ ἄλλαις ἐν στόιχῳ περιφερεῖ πολυειδεῖς ἀγλαΐας μηχανᾶσθαι φαίης ἂν αὐτὸ καθάπερ ἐν ὅρμῳ δέρης. αἱ δὲ τῶν δένδρων ἐξαιρέσεις αὐτοῦ καὶ ἡ πρὸς χρονίαν μονὴν ἐπιτέχνησις οὐκ ἐλάττονα τῆς ἐς τὴν χρείαν ἡδονῆς ἔχει τὴν φιλοτιμίαν· οὐ γὰρ ὥσπερ τὰ ἄλλα τῶν σύκων ὁμοῦ καὶ κατὰ ταὐτὸν ἔρριπται, οὐδὲ σωρηδὸν ἢ χύδην ἡλίῳ τερσαίνεται, ἀλλὰ πρῶτον μὲν ἠρέμα τῶν δένδρων αὐτὰ ταῖς χερσὶν ἀποδρέπουσιν, ἔπειτα ὅρπηξιν ἢ ῥάβδοις ἀκανθώδεσι τῶν τοίχων ἀπαρτῶσιν, ἵνα λευκαίνηται μὲν ἡλίῳ καθαρῷ προσομιλοῦντα, μένῃ δ’ ἀνεπιβούλευτα τῶν ζῴων καὶ τῶν ὀρνιθίων, οἱονεὶ τῶν κέντρων τῇ ἀλεξήσει δορυφορούμενα. καὶ περὶ μὲν γενέσεως αὐτῶν καὶ γλυκύτητος καὶ ὥρας καὶ ποιήσεως καὶ χρείας ταῦτά σοι παρ’ ἡμῶν ἡ ἐπιστολὴ προσπαίζει.