Thesauros Edebiyat rhetoric Κατὰ Γαλιλαίων

Κατὰ Γαλιλαίων

Κατὰ Γαλιλαίων Julian Emperor of Rome 331-363
25 Ἀλλ’ ὁρᾶτε, μή ποτε καὶ ἡμῖν ἔδωκεν ὁ θεὸς οὓς ὑμεῖς ἠγνοήκατε θεούς τε καὶ προστάτας ἀγαθούς, οὐδὲν ἐλάττονας τοῦ παρὰ τοῖς Ἑβραίοις ἐξ ἀρχῆς τιμωμένου τῆς Ἰουδαίας, ἧσπερ ἐκεῖνος προνοεῖν ἔλαχε μόνης, ὥσπερ ὁ Μωυσῆς ἔφη καὶ οἱ μετ’ ἐκεῖνον ἄχρις ἡμῶν. εἰ δὲ ὁ προσεχὴς εἴη τοῦ κόσμου δημιουργὸς ὁ παρὰ τοῖς Ἑβραίοις τιμώμενος, ἔτι καὶ βέλτιον ὑπὲρ αὐτοῦ διενοήθημεν ἡμεῖς ἀγαθά τε ἡμῖν ἔδωκεν ἐκείνων μείζονα τά τε περὶ ψυχὴν καὶ τὰ ἐκτός, ὑπὲρ ὧν ἐροῦμεν ὀλίγου ὕστερον, ἔστειλέ τε καὶ ἐφ̓ ἡμᾶς νομοθέτας οὐδὲν Μωυσέως χείρονας, εἰ μὴ τοὺς πολλοὺς μακρῷ κρείττονας.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi