Thesauros Edebiyat rhetoric Κατὰ Γαλιλαίων

Κατὰ Γαλιλαίων

Κατὰ Γαλιλαίων Julian Emperor of Rome 331-363
10 Ἐν δὴ τούτοις Μωυσῆς οὔτε τὴν ἄβυσσον πεποιῆσθαί φησιν ὑπὸ τοῦ θεοῦ οὔτε τὸ σκότος οὔτε τὸ ὕδωρ· καίτοι χρῆν δήπουθεν εἰπόντα περὶ  τοῦ φωτός, ὅτι προστάξαντος θεοῦ γέγονεν, εἰπεῖν ἔτι καὶ περὶ τῆς νυκτὸς καὶ περὶ τῆς ἀβύσσου καὶ περὶ τοῦ ὕδατος. ὁ δὲ οὐδὲν εἶπεν ὡς περὶ οὐ γεγονότων ὅλως, καίτοι πολλάκις ἐπιμνησθεὶς αὐτῶν. πρὸς τούτοις οὔτε τῆς τῶν ἀγγέλων μέμνηται γενέσεως ἢ ποιήσεως οὐδ̓ ὅντινα τρόπον παρήχθησαν, ἀλλὰ τῶν περὶ τὸν οὐρανὸν μόνον καὶ περὶ τὴν γῆν σωμάτων, ὡς εἶναι τὸν θεὸν κατὰ τὸν Μωυσέα ἀσωμάτων μὲν οὐδενὸς ποιητήν, ὕλης δὲ ὑποκειμένης κοσμήτορα. τὸ γὰρ Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος οὐδὲν ἕτερόν ἐστιν ἢ τὴν μὲν ὑγρὰν καὶ ξηρὰν οὐσίαν ὕλην ποιοῦντος, κοσμήτορα δὲ αὐτῆς τὸν θεὸν εἰσάγοντος.
11 Ὅ γε μὴν Πλάτων ἄκουε περὶ τοῦ κόσμου τί φησιν. Ὁ δὴ πᾶς οὐρανὸς ἢ κόσμος—ἢ καὶ ἄλλο, ὅ τί ποτε ὀνομαζόμενος μάλιστα ἂν δέχοιτο, τοῦτο ἡμῖν ὠνομάσθω—πότερον ἦν ἀεί, γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν, ἢ γέγονεν, ἀπ̓ ἀρχῆς τινος ἀρξάμενος; γέγονεν· ὁρατὸς γὰρ ἅπτος τέ ἐστι καὶ σῶμα ἔχων. πάντα δὲ τὰ τοιαῦτα αἰσθητά, τὰ δὲ αἰσθητά, δόξῃ περιληπτὰ μετὰ αἰσθήσεως, γιγνόμενα καὶ γεννητὰ ἐφάνη οὕτως οὖν κατὰ τὸν λόγον τὸν εἰκότα δεῖ λέγειν τόνδε τὸν κόσμον ζῷον ἔμψυχον ἔννουν τε τῇ ἀληθείᾳ διὰ τὴν τοῦ θεοῦ γενέσθαι πρόνοιαν.
12 Ἕν δὲ ἑνὶ παραβάλωμεν μόνον· τίνα καὶ ποδαπὴν ποιεῖται δημηγορίαν ὁ θεὸς ὁ παρὰ Μωυσῇ καὶ ποδαπὴν ὁ παρὰ Πλάτωνι;
13 Καὶ εἶπεν ὁ θεός· Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ̓ ὁμοίωσιν. καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς λέγων· Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τῆν γῆν καὶ κατακυριεύσατε αὐτῆς. καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ πάντων τῶν κτηνῶν καὶ πάσης τῆς γῆς.
14 Ἄκουε δὴ οὖν καὶ τῆς Πλατωνικῆς δημηγορίας, ἣν τῷ τῶν ὅλων περιτίθησι δημιουργῷ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi