Thesauros Edebiyat rhetoric Ἐκφράσεις

Ἐκφράσεις

Ἐκφράσεις Callistratus 3rd or 4th cent
14 ιδ. εἰκὼν ἦν ἐπὶ ταῖς Σκυθικαῖς ἠιόσιν οὐκ εἰς ἐπίδειξιν (μόνον), ἀλλὰ καὶ ἀγωνίαν τῶν τῆς γραφικῆς καλῶν οὐκ ἀμούσως ἐξησκημένη. ἐκτετύπωτο δὲ κατʼ αὐτὴν Ἀθάμας μανίαις οἰστρούμενος. ἦν δʼ ἰδεῖν γυμνός, αἵματι φοινίσσων τὴν κόμην, ἠνεμωμένος τὴν τρίχα, παράφορος τὸ ὄμμα, ἐκπληξίας γέμων καὶ ὥπλιστο δὲ οὐ μανίαις μόνον εἰς τόλμαν, οὐδὲ τοῖς ἐξ Ἐρινύων δείμασι θυμοφθόροις ἠγρίωτο, ἀλλὰ καὶ σίδηρος τῆς χειρὸς προεβέβλητο ἐκθέοντι παραπλήσιος. ἡ μὲν γὰρ εἰκὼν ὄντως ἦν ἀκίνητος, ἐδόκει δὲ οὐ τηρεῖν τὸ στάσιμον, ἀλλὰ δόξῃ τῆς κινήσεως τοὺς θεατὰς ἐξίστη ὑπὸ τοῦ φόβου χλωρόν τι καὶ τεθνηκὸς ὁρῶσα, παρῆν δὲ ἡ Ἰνὼ περιδεής, ὑπότρομος, ἐνηγκάλιστο δὲ καὶ παῖδα νήπιον καὶ τὴν θηλὴν τοῖς χείλεσιν αὐτοῦ προσῆγε τὰς τροφίμους ἐπιστάζουσα πηγὰς τοῖς τροφίμοις. ἠπείγετο δὲ ἡ εἰκὼν ἐπὶ τὴν ἄκραν τοῦ Σκείρωνος καὶ τὴν θάλασσαν τὴν ὑπόρειον, τὸ δὲ ῥόθιον πρὸς ὑποδοχὴν ἐκολποῦτο κυμαίνειν εἰωθός, καὶ Ζεφύρου τι κατεῖχε τὸ σῶμα λιγυρῷ πνεύματι τὴν θάλασσαν κατευνάζοντος, ὁ γὰρ δὴ κηρὸς ἐφάνταζε τὴν αἴσθησιν, ὡς καὶ πνοὴν δημιουργεῖν ἐπιστάμενος καὶ ἀνακοντίζειν θαλασσίους αὔρας καὶ εἰς ἔργα φύσεως ἐπάγειν τὴν μίμησιν. παρεσκίρτων δὲ καὶ ἐνάλιοι δελφῖνες τὸ ῥόθιον ἐν τῇ γραφῇ τέμνοντες καὶ ὁ κηρὸς ἐδόκει διαπνέεσθαι καὶ πρὸς τὸ τῆς θαλάσσης νοτίζεσθαι μίμημα πρὸς αὐτὴν τὴν οὐσίαν ἐξαλλαττόμενος. ἔν γε μὴν τοῖς τοῦ πίνακος τέρμασιν Ἀμφιτρίτη τις ἐκ βυθῶν ἀνέβη ἄγριόν τι καὶ φρικῶδες ὁρῶσα καὶ γλαυκόν τι σέλας ἐκ τῶν ὀμμάτων μαρμαίρουσα, Νηρηίδες δὲ περὶ αὐτὴν εἱστήκεσαν, ἁπαλαὶ δὲ ἦσαν αὗται καὶ ἀνθηραὶ προσιδεῖν καὶ ἀφροδίσιον ἵμερον ἐξ ὀμμάτων στάζουσαι, ὑπὲρ δὲ ἄκρων τῶν θαλασσίων κυμάτων ἑλίσσουσαι τὴν χορείαν ἔπληττον. περὶ δὲ αὐτὰς Ὠκεανὸς βἁθυδίνησʼ ἐκέχυτο μικροῦ τῆς τοῦ ποταμοῦ κινήσεως καὶ κυμαίνειν διδαχθείσης.
← Önceki 16 / 16

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi