Thesauros Edebiyat satire Φάλαρις

Φάλαρις

Φάλαρις Lucian of Samosata

Kitap 1

9 εἰ δὲ δεῖ μετὰ παρρησίας εἰπεῖν, ἐγὼ μέν, εἰ αἵρεσίς μοι προτεθείη, πότερα βούλομαι κολάζειν τινὰς ἀδίκως ἢ αὐτὸς ἀποθανεῖν, εὖ ἴστε ὡς οὐδὲν μελλήσας ἑλοίμην ἂν τεθνάναι μᾶλλον ἢ μηδὲν ἀδικοῦντας κολάζειν. εἰ δέ τις φαίη, Βούλει, ὦ Φάλαρι, τεθνάναι αὐτὸς ἀδίκως ἢ δικαίως κολάζειν τοὺς ἐπιβούλους; τοῦτο βουλοίμην ἄν· αὖθις γὰρ ὑμᾶς, ὦ Δελφοί, συμβούλους καλῶ, πότερον ἄμεινον εἶναι ἀδίκως ἀποθανεῖν ἢ ἀδίκως σώζειν τὸν ἐπιβεβουλευκότα; οὐδεὶς οὕτως, οἶμαι, ἀνόητός ἐστιν ὃς οὐκ ἂν προτιμήσειε ζῆν μᾶλλον ἢ σώζων τοὺς ἐχθροὺς ἀπολωλέναι. καίτοι πόσους ἐγὼ καὶ τῶν ἐπιχειρησάντων μοι καὶ φανερῶς ἐληλεγμένων ὅμως ἔσωσα; οἷον Ἄκανθον τουτονὶ καὶ Τιμοκράτη καὶ Λεωγόραν τὸν ἀδελφὸν αὐτοῦ, παλαιᾶς συνηθείας τῆς πρὸς αὐτοὺς μνημονεύσας.
10 ὅταν δὲ βουληθῆτε τοὐμὸν εἰδέναι, τοὺς εἰσφοιτῶντας εἰς Ἀκράγαντα ξένους ἐρωτήσατε ὁποῖος ἐγὼ περὶ αὐτούς εἰμι καὶ εἰ φιλανθρώπως προσφέρομαι τοῖς καταίρουσιν, ὅς γε καὶ σκοποὺς ἐπὶ τῶν λιμένων ἔχω καὶ πευθῆνας, τίνες ὅθεν καταπεπλεύκασιν, ὡς κατʼ ἀξίαν τιμῶν ἀποπέμποιμι αὐτούς. ἔνιοι δὲ καὶ ἐξεπίτηδες φοιτῶσι παρʼ ἐμέ, οἱ σοφώτατοι τῶν Ἑλλήνων, καὶ οὐ φεύγουσι τὴν συνουσίαν τὴν ἐμήν, ὥσπερ ἀμέλει καὶ πρῴην ὁ σοφὸς Πυθαγόρας ἧκεν ὡς ἡμᾶς, ἄλλα μὲν ὑπὲρ ἐμοῦ ἀκηκοώς· ἐπεὶ δὲ ἐπειράθη, ἀπῆλθεν ἐπαινῶν με τῆς δικαιοσύνης καὶ ἐλεῶν τῆς ἀναγκαίας ὠμότητος. εἶτα οἴεσθε τὸν πρὸς τοὺς ὀθνείους φιλάνθρωπον οὕτως ἂν πικρῶςἂν πικρῶς Herwerden: ἀδίκως MSS. τοῖς οἰκείοις προσφέρεσθαι, εἰ μή τι διαφερόντως ἠδίκητο;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi