Thesauros Edebiyat satire Πατρίδος Ἐγκώμιον

Πατρίδος Ἐγκώμιον

Πατρίδος Ἐγκώμιον Lucian of Samosata
5 χαίρουσι καὶ θεοὶ πατρίσι καὶ πάντα μέν, ὡς εἰκός, ἐφορῶσι τὰ τῶν ἀνθρώπων, αὑτῶν ἡγούμενοι κτήματα πᾶσαν γῆν καὶ θάλασσαν, ἐφʼ ἧς δὲ ἕκαστος αὐτῶν ἐγένετο, προτιμᾷ τῶν ἄλλων ἁπασῶν πόλεων. καὶ πόλεις σεμνότεραι θεῶν πατρίδες καὶ νῆσοι θειότεραι παρʼ αἷς ὑμνεῖται γένεσις θεῶν. ἱερὰ γοῦν κεχαρισμένα ταῦτα νομίζεται τοῖς θεοῖς, ἐπειδὰν εἰς τοὺς οἰκείους ἕκαστος ἀφικόμενος ἱερουργῇ τόπους. εἰ δὲ θεοῖς τίμιον τὸ τῆς πατρίδος ὄνομα, πῶς οὐκ ἀνθρώποις γε πολὺ μᾶλλον;
6 καὶ γὰρ εἶδε τὸν ἥλιον πρῶτον ἕκαστος ἀπὸ τῆς πατρίδος, ὡς καὶ τοῦτον τὸν θεόν, εἰ καὶ κοινός ἐστιν, ἀλλʼ οὖν ἑκάστῳ νομίζεσθαι πατρῷον διὰ τὴν πρώτην ἀπὸ τοῦ τόπου θέαν· καὶ φωνῆς ἐνταῦθα ἤρξατο τὰ ἐπιχώρια πρῶτα λαλεῖν μανθάνων καὶ θεοὺς ἐγνώρισεν. εἰ δέ τις τοιαύτης ἔλαχε πατρίδος, ὡς ἑτέρας δεηθῆναι πρὸς τὴν τῶν μειζόνων παιδείαν, ἀλλʼ οὖν ἐχέτω καὶ τούτων τῶν παιδευμάτων τῇ πατρίδι τὴν χάριν· οὐ γὰρ ἂν ἐγνώρισεν οὐδὲ πόλεως ὄνομα μὴ διὰ τὴν πατρίδα πόλιν εἶναι μαθών.
7 πάντα δέ, οἶμαι·, παιδεύματα καὶ μαθήματα συλλέγουσιν ἄνθρωποι χρησιμωτέρους αὑτοὺς ἀπὸ τούτων ταῖς πατρίσι παρασκευάζοντες· κτῶνται δὲ καὶ χρήματα φιλοτιμίας ἕνεκεν τῆς εἰς τὰ κοινὰ τῆς πατρίδος δαπανήματα. καὶ εἰκότως, οἶμαι· δεῖ γὰρ οὐκ ἀχαρίστους εἶναι τοὺς τῶν μεγίστων τυχόντας εὐεργεσιῶν. ἀλλʼ εἰ τοῖς καθʼ ἕνα τις ἀπονέμει χάριν, ὥσπερ ἐστὶ δίκαιον, ἐπειδὰν εὖ πάθῃ πρός τινος, πολὺ μᾶλλον προσήκει τὴν πατρίδα τοῖς καθήκουσιν ἀμείβεσθαι· κακώσεως μὲν γὰρ γονέων εἰσὶ νόμοι παρὰ ταῖς πόλεσι, κοινὴν δὲ προσήκει πάντων μητέρα τὴν πατρίδα νομίζειν καὶ χαριστήρια τροφῶν ἀποδιδόναι καὶ τῆς τῶν νόμων αὐτῶν γνώσεως.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi