Thesauros Edebiyat satire Μακρόβιοι

Μακρόβιοι

Μακρόβιοι Lucian of Samosata
11 Ἀντίγονος δὲ ὁ Φιλίππου ὁ μονόφθαλμος βασιλεύων Μακεδόνων περὶ Φρυγίαν μαχόμενος Σελεύκῳ καὶ Λυσιμάχῳ τραύμασι πολλοῖς περιπεσὼν ἐτελεύτησεν ἐτῶν ἑνὸς καὶ ὀγδοήκοντα, ὥσπερ ὁ συστρατευόμενος αὐτῷ Ἱερώνυμος ἱστορεῖ. καὶ Λυσίμαχος δὲ Μακεδόνων βασιλεὺς ἐν τῇ πρὸς Σέλευκον ἀπώλετο μάχῃ ἔτος ὀγδοηκοστὸν τελῶν, ὡς ὁ αὐτός φησιν Ἱερώνυμος. Ἀντίγονος δέ, ὃς υἱὸςὃς υἱὸς Harmon: υἱὸς MSS. μὲν ἦν Δημητρίου, υἱωνὸς δὲ Ἀντιγόνου τοῦ μονοφθάλμου, οὗτος τέσσαρα καὶ τεσσαράκοντα Μακεδόνων ἐβασίλευσεν ἔτη, ἐβίωσε δὲ ὀγδοήκοντα, ὡς Μήδειός τε ἱστορεῖ καὶ ἄλλοι συγγραφεῖς. ὁμοίως δὲ καὶ Ἀντίπατρος ὁ Ἰολάου μέγιστον δυνηθεὶς καὶ ἐπιτροπεύσας πολλοὺς Μακεδόνων βασιλέας ὑπὲρ τὰ ὀγδοήκοντα οὗτος ἔτη ζήσας ἐτελεύτα τὸν βίον.
12 Πτολεμαῖος δὲ ὁ Λάγου ὁ τῶν καθʼ αὑτὸν εὐδαιμονέστατος βασιλέων Αἰγύπτου μὲν ἐβασίλευσεν, τέσσαρα δὲ καὶ ὀγδοήκοντα βιώσας ἔτη ζῶν παρέδωκεν τὴν ἀρχὴν πρὸ δύο ἐτοῖν τῆς τελευτῆς Πτολεμαίῳ τῷ υἱῷ, Φιλαδέλφῳ δὲ ἐπίκλησιν, ὅστις διεδέξατο τὴν πατρῴαν βασιλείαν ἀδελφῶνἀδελφῶν Supply ἀδελφῶν προτιμηθεὶς πρεσβυτέρων, or the like: see note 1.231.1.... φιλέταιρος δὲ πρῶτος μὲν ἐκτήσατο τὴν περὶ Πέργαμον ἀρχὴν καὶ κατέσχεν εὐνοῦχος ὤν, κατέστρεψε δὲ τὸν βίον ὀγδοήκοντα ἐτῶν γενόμενος. Ἄτταλος δὲ ὁ ἐπικληθεὶς Φιλάδελφος, τῶν Περγαμηνῶν καὶ οὗτος βασιλεύων, πρὸς ὃν καὶ Σκιπίων Ῥωμαίων στρατηγὸς ἀφίκετο, δύο καὶ ὀγδοήκοντα ἐτῶν ἐξέλιπε τὸν βίον.
13 Μιθριδάτης δὲ ὁ Πόντου βασιλεὺς ὁ προσαγορευθεὶς Κτίστης Ἀντίγονον τὸν μονόφθαλμον φεύγων ἐπὶ Πόντου ἐτελεύτησεν βιώσας ἔτη τέσσαρα καὶ ὀγδοήκοντα, ὥσπερ Ἱερώνυμος ἱστορεῖ καὶ ἄλλοι συγγραφεῖς. Ἀριαράθης δὲ ὁ Καππαδοκῶν βασιλεὺς δύο μὲν καὶ ὀγδοήκοντα ἔζησεν ἔτη, ὡς Ἱερώνυμος ἱστορεῖ· ἐδυνήθη δὲ ἴσως καὶ ἐπὶ πλέον διαγενέσθαι, ἀλλʼ ἐν τῇ πρὸς Περδίκκαν μάχῃ ζωγρηθεὶς ἀνεσκολοπίσθη.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi