Thesauros Edebiyat satire Ἀληθῶν Διηγημάτων

Ἀληθῶν Διηγημάτων

Ἀληθῶν Διηγημάτων Lucian of Samosata

Kitap 2

45 ἤδη δὲ ἰχθύες τε ἡμῖν ἐφαίνοντο καὶ ὄρνεα παρεπέτετο καὶ ἄλλʼ ὁπόσα γῆς πλησίον οὔσης σημεῖα προφαίνεται. μετʼ ὀλίγον δὲ καὶ ἄνδρας εἴδομεν καινῷ τῳ τρόπῳ ναυτιλίας χρωμένους· αὐτοὶ γὰρ καὶ ναῦται καὶ νῆες ἦσαν. λέξω δὲ τοῦ πλοῦ τὸν τρόπον· ὕπτιοι κείμενοι ἐπὶ τοῦ ὕδατος ὀρθώσαντες τὰ αἰδοῖα — μεγάλα δὲ φέρουσιν — ἐξ αὐτῶν ὀθόνην πετάσαντες καὶ ταῖς χερσὶν τοὺς ποδεῶνας κατέχοντες ἐμπίπτοντος τοῦ ἀνέμου ἔπλεον. ἄλλοι δὲ μετὰ τούτους ἐπὶ φελλῶν καθήμενοι ζεύξαντες δύο δελφῖνας ἤλαυνόν τε καὶ ἡνιόχουν· οἱ δὲ προιόντες ἐπεσύροντο τοὺς φελλούς. οὗτοι ἡμᾶς οὔτε ἠδίκουν οὔτε ἔφευγον, ἀλλʼ ἤλαυνον ἀδεῶς τε καὶ εἰρηνικῶς τὸ εἶδος τοῦ ἡμετέρου πλοίου θαυμάζοντες καὶ πάντοθεν περισκοποῦντες.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi