Thesauros Edebiyat satire Συμπόσιον ἢ Λαπίθαι

Συμπόσιον ἢ Λαπίθαι

Συμπόσιον ἢ Λαπίθαι Lucian of Samosata
34 ἐν ὅσῳ δὲ ταῦτʼ ἐγίνετο, ποικίλα, ὦ Φίλων, ἐγὼ πρὸς ἐμαυτὸν ἐνενόουν, οἷονοἷν Fritzsche: not in MSS. τὸ πρόχειρον ἐκεῖνο, ὡς οὐδὲν ὄφελος ἦν ἄρα ἐπίστασθαι τὰ μαθήματα, εἰ μή τις καὶ τὸν βίον ῥυθμίζοι πρὸς τὸ βέλτιον· ἐκείνους γοῦν περιττοὺς ὄντας ἐν τοῖς λόγοις ἑώρων γέλωτα ἐπὶ τῶν πραγμάτων ὀφλισκάνοντας. ἔπειτα εἰσῄει με, μὴ ἄρα τὸ ὑπὸ τῶν πολλῶν λεγόμενον ἀληθὲς ᾖ καὶ τὸ πεπαιδεῦσθαι ἀπάγῃ τῶν ὀρθῶν λογισμῶν τοὺς ἐς μόνα τὰ βιβλία καὶ τὰς ἐν ἐκείνοις φροντίδας ἀτενὲς ἀφορῶντας· τοσούτων γοῦν φιλοσόφων παρόντων οὐδὲ κατὰ τύχην ἕνα τινὰ ἔξω ἁμαρτήματος ἦν ἰδεῖν, ἀλλʼ οἱ μὲν ἐποίουν αἰσχρά, οἱ δʼ ἔλεγον αἰσχίω· οὐδὲ γὰρ ἐς τὸν οἶνον ἔτι ἀναφέρειν εἶχον τὰ γινόμενα λογιζόμενος οἷα ὁ Ἑτοιμοκλῆς ἄσιτος ἔτι καὶ ἄποτος ἐγεγράφει.
35 ἀνέστραπτο οὖν τὸ πρᾶγμα, καὶ οἱ μὲν ἰδιῶται κοσμίως πάνυ ἑστιώμενοι οὔτε παροινοῦντες οὔτε ἀσχημονοῦντες ἐφαίνοντο, ἀλλʼ ἐγέλων μόνον καὶ κατεγίνωσκον αὐτῶν, οἶμαι, οὕς γε ἐθαύμαζον οἰόμενοί τινας εἶναι ἀπὸ τῶν σχημάτων, οἱ σοφοὶ δὲ ἠσέλγαινον καὶ ἐλοιδοροῦντο καὶ ὑπερενεπίμπλαντο καὶ ἐκεκράγεσαν καὶ εἰς χεῖρας ᾔεσαν. ὁ θαυμάσιος δὲ Ἀλκιδάμας καὶ ἐούρεικαὶ ἐούρει Buttmann: καὶ ἐνούρει MSS.: κἂν ἐούρει Fritzsche. ἐν τῷ μέσῳ οὐκ αἰδούμενος τὰς γυναῖκας. καὶ ἐμοὶ ἐδόκει, ὡς ἂν ἄριστά τις εἰκάσειεν, ὁμοιότατα εἶναι τὰ ἐν τῷ συμποσίῳ οἷς περὶ τῆς Ἔριδος οἱ ποιηταὶ λέγουσιν· οὐ γὰρ κληθεῖσαν αὐτὴν ἐς τοῦ Πηλέως τὸν γάμον ῥῖψαι τὸ μῆλον εἰς τὸ σύνδειπνον, ἀφʼ οὗ τοσοῦτον πόλεμον ἐπʼ Ἰλίῳ γεγενῆσθαι. καὶ ὁ Ἑτοιμοκλῆς τοίνυν ἐδόκει μοι τὴν ἐπιστολὴν ἐμβαλὼν εἰς τὸ μέσον ὥσπερ τι μῆλον οὐ μείω τῆς Ἰλιάδος κακὰ ἐξεργάσασθαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi