Thesauros Edebiyat satire Συμπόσιον ἢ Λαπίθαι

Συμπόσιον ἢ Λαπίθαι

Συμπόσιον ἢ Λαπίθαι Lucian of Samosata
16 ὁ Κυνικὸς δὲ Ἀλκιδάμας, ἐπεπώκει γὰρ ἤδη, πυθόμενος ἥτις ἡ γαμουμένη παῖς καλοῖτο,καλοῖτο MSS. καλοῖτο (??) and ἐκαλεῖτο. σιωπὴν παραγγείλας μεγάλῃ τῇ φωνῇ ἀποβλέψας ἐς τὰς γυναῖκας, Προπίνω σοι, ἔφη, ὦ Κλεανθί, Ἡρακλέους ἀρχηγέτου. ὡς δʼ ἐγέλασαν ἐπὶ τούτῳ ἅπαντες, ἐγελάσατε, εἶπεν, ὦ καθάρματα, εἰ τῇ νύμφῃ προὔπιον ἐπὶ τοῦ ἡμετέρου· θεοῦ τοῦ Ἡρακλέους; καὶ μὴν εὖ εἰδέναι χρὴ ὡς ἢν μὴ λάβῃ παρʼ ἐμοῦ τὸν σκύφον, οὔποτε τοιοῦτος ἂν υἱὸς αὐτῇ γένοιτο οἷος ἐγώ, ἄτρεπτος μὲν ἀλκήν, ἐλεύθερος δὲ τὴν γνώμην, τὸ σῶμα δὲ οὕτω καρτερός· καὶ ἅμα παρεγύμνου ἑαυτὸν μᾶλλον ἄχρι πρὸς τὸ αἴσχιστον. αὖθις ἐπὶ τούτοις ἐγέλασαν οἱ συμπόται, καὶ ὃς ἀγανακτήσας ἐπανίστατο δριμὺ καὶ παράφορον βλέπων καὶ δῆλος ἦν οὐκέτι εἰρήνην ἄξων. τάχα δʼ ἄν τινος καθίκετο τῇ βακτηρίᾳ, εἰ μὴ κατὰ καιρὸν εἰσεκεκόμιστο πλακοῦς εὐμεγέθης, πρὸς ὃν ἀποβλέψας ἡμερώτερος ἐγένετο καὶ ἔληξε τοῦ θυμοῦ καὶ ἐνεφορεῖτο συμπεριιών.
17 καὶ οἱ πλεῖστοι ἐμέθυον ἤδη καὶ βοῆς μεστὸν ἦν τὸ συμπόσιον· ὁ μὲν γὰρ Διονυσόδωρος ὁ ῥήτωρ ἀντιρρήσειςἀντιρρήσεις Gertz: αὐτοῦ δήσεις MSS. “his own speeches “ τινὰς ἐν μέρει διεξῄει καὶ ἐπῃνεῖτο ὑπὸ τῶν κατόπιν ἐφεστώτων οἰκετῶν, ὁ δὲ Ἱστιαῖος ὁ γραμματικὸς ἐρραψῴδει ὕστερος κατακείμενος καὶ συνέφερεν ἐς τὸ αὐτὸ τὰ Πινδάρου καὶ Ἡσιόδου καὶ Ἀνακρέοντος, ὡς ἐξ ἁπάντων μίαν ᾠδὴν παγγέλοιον ἀποτελεῖσθαι, μάλιστα δʼ ἐκεῖνα ὥσπερ προμαντευόμενος τὰ μέλλοντα, σὺν δʼ ἔβαλον ῥινούς· καὶ ἔνθα δʼ ἄρʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν. ὁ Ζηνόθεμις δʼ ἀνεγίνωσκε παρὰ τοῦ παιδὸς λαβὼν λεπτόγραφόνλεπτόγραφόν Herwerden: λεπτόγραμμόν MSS. τι βιβλίον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi