Thesauros Edebiyat satire Κατάπλους ἢ Τύραννος

Κατάπλους ἢ Τύραννος

Κατάπλους ἢ Τύραννος Lucian of Samosata
25 καὶ τοὐμόν, ὦ Ῥαδάμανθυ, μικρόν ἐστι καὶ βραχείας τινὸς ἐξετάσεως δεόμενον· πάλαι γοῦν σοι καὶ γυμνός εἰμι, ὥστε ἐπισκόπει.
25 τίς δὲ ὢν τυγχάνεις;
25 ὁ σκυτοτόμος Μίκυλλος.
25 εὖ γε, ὦ Μίκυλλε, καθαρὸς ἀκριβῶς καὶ ἀνεπίγραφος· ἄπιθι καὶ σὺ παρὰ Κυνίσκον τουτονί. τὸν τύραννον ἤδη προσκάλει.
25 Μεγαπένθης Λακύδου ἡκέτω. ποῖ στρέφῃ; πρόσιθι. σὲ τὸν τύραννον προσκαλῶ. πρόβαλʼ αὐτόν, ὦ Τισιφόνη, ἐς τὸ μέσον ἐπὶ τράχηλον ὠθοῦσα.
25 σὺ δέ, ὦ Κυνίσκε, κατηγόρει καὶ διέλεγχε ἤδη· πλησίον γὰρ ἁνὴρἁνὴρ Sommerbrodt: ἀνὴρ, ὁ ἀνὴρ MSS. οὑτοσί.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi