Thesauros Edebiyat satire Κατάπλους ἢ Τύραννος

Κατάπλους ἢ Τύραννος

Κατάπλους ἢ Τύραννος Lucian of Samosata
26 τὸ μὲν ὅλον οὐδὲ λόγων ἔδει· γνώσῃ γὰρ αὐτὸν αὐτίκα μάλα οἷός ἐστιν ἀπὸ τῶν στιγμάτων. ὅμως δὲ καὐτὸς ἀποκαλύψω σοι τὸν ἄνδρα κἀκ τοῦ λόγου δείξω φανερώτερον. οὑτοσὶ γὰρ ὁ τρισκατάρατος ὁπόσα μὲν ἰδιώτης ὢν ἔπραξε, παραλείψειν μοι δοκῶ· ἐπεὶ δὲ τοὺς θρασυτάτους προσεταιρισάμενοςπροσεταιρισάμενος Jacobitz: προσεταιρούμενοε, προσεπαιρόμενος MSS. καὶ δορυφόρους συναγαγὼν ἐπαναστὰς τῇ πόλει τύραννος κατέστη, ἀκρίτους μὲν ἀπέκτεινε πλείονας ἢ μυρίους, τὰς δὲ οὐσίας ἑκάστων ἀφαιρούμενος καὶ πλούτου πρὸς τὸ ἀκρότατον ἀφικόμενος οὐδεμίαν μὲν ἀκολασίας ἰδέαν παραλέλοιπεν, ἁπάσῃ δὲ ὠμότητι καὶ ὕβρει κατὰ τῶν ἀθλίων πολιτῶν ἐχρήσατο, παρθένους διαφθείρων καὶ ἐφήβους καταισχύνων καὶ πάντα τρόπον τοῖς ὑπηκόοις ἐμπαροινῶν. καὶ ὑπεροψίας μέν γε καὶ τύφου καὶ τοῦ πρὸς τοὺς ἐντυγχάνοντας φρυάγματος οὐδὲ κατʼ ἀξίαν δύναιο ἂν παρʼ αὐτοῦ λαβεῖν τὴν δίκην· ῥᾷονῥᾷον Bentley: ῥᾴδιον MSS. γοῦν τὸν ἥλιον ἄν τις ἢ τοῦτον ἀσκαρδαμυκτὶ προσέβλεψεν. οὐ μὴν ἀλλὰἀλλὰ Bekker: not in MSS. καὶ τῶν κολάσεων τὸ πρὸς ὠμότητα καινουργὸν αὐτοῦ τίς ἂν διηγήσασθαι δύναιτο, ὅς γε μηδὲ τῶν οἰκειοτάτων ἀπέσχετο; καὶ ταῦτα ὅτι μὴ ἄλλως κενή τίς ἐστι κατʼ αὐτοῦ διαβολή, αὐτίκα εἴσῃ προσκαλέσας τοὺς ὑπʼ αὐτοῦ πεφονευμένους· μᾶλλον δὲ ἄκλητοι, ὡς ὁρᾷς, πάρεισι καὶ περιστάντες ἄγχουσιν αὐτόν. οὗτοι πάντες, ὦ Ῥαδάμανθυ, πρὸς τοῦ ἀλιτηρίου τεθνᾶσιν, οἱ μὲν γυναικῶν ἕνεκα εὐμόρφων ἐπιβουλευθέντες, οἱ δὲ υἱέων ἀπαγομένων πρὸς ὕβριν ἀγανακτήσαντες, οἱ δὲ ὅτι ἐπλούτουν, οἱ δὲ ὅτι ἦσαν δεξιοὶ καὶ σώφρονες καὶ οὐδαμοῦ ἠρέσκοντο τοῖς δρωμένοις.
27 τί πρὸς ταῦτα φής, ὦ μιαρὲ σύ;
27 τοὺς μὲν φόνους εἴργασμαι οὓς λέγει, τὰ δʼ ἄλλα πάντα, τὰς μοιχείας καὶ τὰς τῶν ἐφήβων ὕβρεις καὶ τὰς διαφθορὰς τῶν παρθένων, ταῦτα πάντα Κυνίσκος μου κατεψεύσατο.
27 οὐκοῦν καὶ τούτων, ὦ Ῥαδάμανθυ, παρέξω σοι μάρτυρας.
27 τίνας τούτους λέγεις;
27 Προσκάλει μοι, ὦ Ἑρμῆ, τὸν λύχνον αὐτοῦ καὶ τὴν κλίνην· μαρτυρήσουσι γὰρ αὐτοὶ παρελθόντες, οἷα πράττοντι συνηπίσταντο αὐτῷ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi