Thesauros Edebiyat satire Προμηθεύς

Προμηθεύς

Προμηθεύς Lucian of Samosata
13 καὶ δὴ κατὰ τὸν ποιητικὸν λόγον γαῖαν ὕδει φύρας καὶ διαμαλάξας ἀνέπλασα τοὺς ἀνθρώπους, ἔτι καὶ τὴν Ἀθηνᾶν παρακαλέσας συνεπιλαβέσθαι μοι τοῦ ἔργου. ταῦτά ἐστιν ἃ μεγάλα ἐγὼ τοὺς θεοὺς ἠδίκηκα. καὶ τὸ ζημίωμα ὁρᾷς ἡλίκον, εἰ ἐκ πηλοῦ ζῷα ἐποίησα καὶ τὸ τέως ἀκίνητον εἰς κίνησιν ἤγαγον· καί, ὡς ἔοικε, τὸ ἀπʼ ἐκείνου ἧττον θεοί εἰσιν οἱ θεοί, διότι καὶ ἐπὶ γῆς τινα θνητὰ ζῷα γεγένηται· οὕτω γὰρ δὴ καὶ ἀγανακτεῖ νῦν ὁ Ζεὺς ὥσπερ ἐλαττουμένων τῶν θεῶν ἐκ τῆς τῶν ἀνθρώπων γενέσεως, εἰ μὴ ἄρα τοῦτο δέδιε, μὴ καὶ οὗτοι ἐπανάστασινἐπανάστασι Fritzsche: ἀπόστασιν MSS. ἐπʼ αὐτὸν βουλεύσωσι καὶ πόλεμον ἐξενέγκωσι πρὸς τοὺς θεοὺς ὥσπερ οἱ Γίγαντες.
13 ἀλλʼ ὅτι μὲν δὴ οὐδὲν ἠδίκησθε, ὦ Ἑρμῆ, πρὸς ἐμοῦ καὶ τῶν ἔργων τῶν ἐμῶν, δῆλον· ἢ σὺ δεῖξον κἂν ἕν τι μικρότατον, κἀγὼ σιωπήσομαι καὶ δίκαια ἔσομαι πεπονθὼς πρὸς ὑμῶν.
14 ὅτι δὲ καὶ χρήσιμα ταῦτα γεγένηται τοῖς θεοῖς, οὕτως ἂν μάθοις, εἰ ἐπιβλέψειας ἅπασαν τὴν γῆν οὐκέτʼ αὐχμηρὰν καὶ ἀκαλλῆ οὖσαν, ἀλλὰ πόλεσι καὶ γεωργίαις καὶ φυτοῖς ἡμέροις διακεκοσμημένην καὶ τὴν θάλατταν πλεομένην καὶ τὰς νήσους κατοικουμένας, ἁπανταχοῦ δὲ βωμοὺς καὶ θυσίας καὶ ναοὺς καὶ πανηγύρεις· μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαί, πᾶσαι δʼ ἀνθρώπων ἀγοραί. καὶ γὰρ εἰ μὲν ἐμαυτῷ μόνῳ κτῆμα τοῦτο ἐπλασάμην, ἐπλεονέκτουν ἂν ἴσως, νυνὶ δὲ εἰς τὸ κοινὸν φέρων κατέθηκα ὑμῖν αὐτοῖς· μᾶλλον δὲ Διὸς μὲν καὶ Ἀπόλλωνος καὶ Ἥρας καὶ σοῦ δέ, ὦ Ἑρμῆ, νεὼς ἰδεῖν ἁπανταχοῦ ἐστι, Προμηθέως δὲ οὐδαμοῦ. ὁρᾷς ὅπως τὰ ἐμαυτοῦ μόνα σκοπῶ, τὰ κοινὰ δὲ καταπροδίδωμι καὶ ἐλάττω ποιῶ;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi