Thesauros Edebiyat satire Δὶς κατηγορούμενος

Δὶς κατηγορούμενος

Δὶς κατηγορούμενος Lucian of Samosata
21 καίτοι τίς ἂν κριτὴς δικαιότερος δόξειεν αὐτοῦ ἐκείνου, ὃς τὰ παρὰ τῆς Στοᾶς εἰδώς, εἰ καί τις ἄλλος, καὶ μόνον τέως τὸ καλὸν ἀγαθὸν οἰόμενος εἶναι, μεταμαθὼν ὡς κακὸν ὁ πόνος ἦν, τὸ βέλτιον ἐξ ἀμφοῖν δοκιμάσας εἵλετο; ἑώρα γάρ, οἶμαι, τούτους περὶ τοῦ καρτερεῖν καὶ ἀνέχεσθαι τοὺς πόνους πολλὰ διεξιόντας, ἰδίᾳ δὲ τὴν Ἡδονὴν θεραπεύοντας, καὶ μέχρι τοῦ λόγου νεανιευομένους, οἴκοι δὲ κατὰ τοὺς τῆς Ἡδονῆς νόμους βιοῦντας, αἰσχυνομένους μὲν εἰ φανοῦνται χαλῶντες τοῦ τόνου καὶ προδιδόντες τὸ δόγμα, πεπονθότας δὲ ἀθλίους τὸ τοῦ Ταντάλου, καὶ ἔνθα ἂν λήσειν καὶ ἀσφαλῶς παρανομήσειν ἐλπίσωσιν, χανδὸν ἐμπιμπλαμένους τοῦ ἡδέος. εἰ γοῦν τις αὐτοῖς τὸν τοῦ Γύγου δακτύλιον ἔδωκεν, ὡς περιθεμένους μὴ ὁρᾶσθαι, ἢ τὴν τοῦ Ἄϊδος κυνῆν, εὖ οἶδʼ ὅτι μακρὰ χαίρειν τοῖς πόνοις φράσαντες ἐπὶ τὴν Ἡδονὴν ὠθοῦντο ἂν καὶ ἐμιμοῦντο ἅπαντες τὸν Διονύσιον, ὃς μέχρι μὲν τῆς νόσου ἤλπιζεν ὠφελήσειν τι αὐτὸν τοὺς περὶ τῆς καρτερίας λόγους· ἐπεὶ δὲ ἤλγησεν καὶ ἐνόσησεν καὶ ὁ πόνος ἀληθέστερος αὐτοῦ καθίκετο, ἰδὼν τὸ σῶμα τὸ ἑαυτοῦ ἀντιφιλοσοφοῦν τῇ Στοᾷ καὶ τἀναντία δογματίζον, αὐτῷ μᾶλλον ἢ τούτοις ἐπίστευσεν καὶ ἔγνω ἄνθρωπος ὢν καὶ ἀνθρώπου σῶμα ἔχων, καὶ διετέλεσεν οὐχ ὡς ἀνδριάντι αὐτῷ χρώμενος, εἰδὼς ὅτι ὃς ἂν ἄλλως λέγῃ καὶ Ἡδονῆς κατηγορῇ, λόγοισι χαίρει, τὸν δὲ νοῦν ἐκεῖς’ ἔχει. εἴρηκα· ὑμεῖς δʼ ἐπὶ τούτοις ψηφοφορήσατε.
22 μηδαμῶς, ἀλλʼ ὀλίγα μοι συνερωτῆσαι ἐπιτρέψατε.
22 Ἐρώτησον· ἀποκρινοῦμαι γάρ.
22 κακὸν ἡγῇ τὸν πόνον;
22 ναί.
22 τὴν ἡδονὴν δὲ ἀγαθόν;
22 πάνυ μὲν οὖν.
22 τί δέ; οἶσθα τί διάφορον καὶ ἀδιάφορον καὶ προηγμένον καὶ ἀποπροηγμένον;
22 μάλιστα.
22 οὔ φασιν, ὦ Στοά, συνιέναι οἱ δικασταὶ τὰ δισύλλαβα ταῦτα ἐρωτήματα· ὥστε ἡσυχίαν ἄγετε. ψηφοφοροῦσι γάρ.
22 καὶ μὴν ἐκράτησα ἄν, εἰ συνηρώτησα ἐν τῷ τρίτῳ τῶν ἀναποδείκτων σχήματι.
22 τίς ὑπερέσχεν;
22 πάσαις ἡ Ἡδονή.
22 ἐφίημι ἐπὶ τὸν Δία.
22 τύχῃ τῇ ἀγαθῇ. σὺ δὲ ἄλλους κάλει.
23 περὶ Ἀριστίππου Ἀρετὴ καὶ Τρυφή, καὶ Ἀρίστιππος δὲ αὐτὸς παρέστω.
23 προτέραν ἐμὲ χρὴ τὴν Ἀρετὴν λέγειν· ἐμὸς γάρ ἐστιν Ἀρίστιππος, ὡς δηλοῦσιν οἱ λόγοι καὶ τὰ ἔργα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi