Thesauros Edebiyat satire Δὶς κατηγορούμενος

Δὶς κατηγορούμενος

Δὶς κατηγορούμενος Lucian of Samosata
26 πρῶτον μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις, ὅσην εὔνοιαν ἔχουσα διατελῶ τῇ τε πόλει καὶ πᾶσιν ὑμῖν, τοσαύτην ὑπάρξαι μοι παρʼ ὑμῶν εἰς τουτονὶ τὸν ἀγῶνα, ἔπειθʼ ὅπερ ἐστὶ μάλιστα δίκαιον, τοῦτο παραστῆσαι τοὺς θεοὺς ὑμῖν, τὸν μὲν ἀντίδικον σιωπᾶν κελεύειν, ἐμὲ δὲ ὡς προῄρημαι καὶ βεβούλημαι τὴν κατηγορίαν ἐᾶσαι ποιήσασθαι. οὐχὶ δὲ ταὐτὰ παρίσταταί μοι γιγνώσκειν ὅταν τε εἰς ἃ πέπονθα ἀποβλέψω καὶ ὅταν εἰς τοὺς λόγους οὓς ἀκούω· τοὺς μὲν γὰρ λόγους ὡς ὁμοιοτάτους τοῖς ἐμοῖς οὗτος ἐρεῖ πρὸς ὑμᾶς, τὰ δὲ πράγματα εἰς τοῦτο προήκοντα ὄψεσθε ὥστε ὅπως μὴ χεῖρόν τι πείσομαι πρὸς αὐτοῦ σκέψασθαι δέον. ἀλλὰ γὰρ ἵνα μὴ μακρὰ προοιμιάζωμαι τοῦ ὕδατος πάλαι εἰκῆ ῥέοντος, ἄρξομαι τῆς κατηγορίας.
27 ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, τουτονὶ κομιδῇ μειράκιον ὄντα, βάρβαρον ἔτι τὴν φωνὴν καὶ μονονουχὶ κάνδυν ἐνδεδυκότα εἰς τὸν Ἀσσύριον τρόπον, περὶ τὴν Ἰωνίαν εὑροῦσα πλαζόμενον ἔτι καὶ ὅ τι χρήσαιτο ἑαυτῷ οὐκ εἰδότα παραλαβοῦσα ἐπαίδευσα. καὶ ἐπειδὴ ἐδόκει μοι εὐμαθὴς εἶναι καὶ ἀτενὲς ὁρᾶν εἰς ἐμέ — ὑπέπτησσε γὰρ τότε καὶ ἐθεράπευεν καὶ μόνην ἐθαύμαζεν — ἀπολιποῦσα τοὺς ἄλλους ὁπόσοι ἐμνήστευόν με πλούσιοι καὶ καλοὶ καὶ λαμπροὶ τὰ προγονικά, τῷ ἀχαρίστῳ τούτῳ ἐμαυτὴν ἐνεγγύησα πένητι καὶ ἀφανεῖ καὶ νέῳ προῖκα οὐ μικρὰν ἐπενεγκαμένη πολλοὺς καὶ θαυμασίους λόγους. εἶτα ἀγαγοῦσα αὐτὸν εἰς τοὺς φυλέτας τοὺς ἐμοὺς παρενέγραψα καὶ ἀστὸν ἀπέφηνα, ὥστε τοὺς διαμαρτόνταςἁματράνοντας γ. τῆς ἐγγύης ἀποπνίγεσθαι. δόξαν δὲ αὐτῷ περινοστεῖν ἐπιδειξομένῳ τοῦ γάμου τὴν εὐποτμίαν, οὐδὲ τότε ἀπελείφθην, ἀλλὰ πανταχοῦ ἑπομένη ἄνω καὶ κάτω περιηγόμην· καὶ κλεινὸν αὐτὸν καὶ ἀοίδιμον ἐποίουν κατακοσμοῦσα καὶ περιστέλλουσα. καὶ τὰ μὲν ἐπὶ τῆς Ἑλλάδος καὶ τῆς Ἰωνίας μέτρια, εἰς δὲ τὴν Ἰταλίαν ἀποδημῆσαι θελήσαντι αὐτῷ τὸν Ἰόνιον συνδιέπλευσα καὶ τὰ τελευταῖα μέχρι τῆς Κελτικῆς συναπάρασα εὐπορεῖσθαι ἐποίησα.
27 καὶ μέχρι μὲν πολλοῦ πάντα μοι ἐπείθετο καὶ συνῆν ἀεί, μηδεμίαν νύκτα γιγνόμενος ἀπόκοιτος παρʼ ἡμῶν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi